§7.62.1‘ἃ δὲ ἀρωγὰ ἐνείδομεν ἐπὶ τῇ τοῦ λιμένος στενότητι πρὸς τὸν μέλλοντα ὄχλον τῶν νεῶν ἔσεσθαι καὶ πρὸς τὴν ἐκείνων ἐπὶ τῶν καταστρωμάτων παρασκευήν, οἷς πρότερον ἐβλαπτόμεθα, πάντα καὶ ἡμῖν νῦν ἐκ τῶν παρόντων μετὰ τῶν κυβερνητῶν ἐσκεμμένα ἡτοίμασται.
此外,鉴于港口的狭窄,针对即将出现的船只拥挤以及敌人在甲板上的装备,凡是我们认为有所帮助的手段——我们以前正是因此而蒙受损失的——所有这些现在都已经由我们结合现状,并与舵手们共同研究准备就绪。
§7.62.2καὶ γὰρ τοξόται πολλοὶ καὶ ἀκοντισταὶ ἐπιβήσονται καὶ ὄχλος, ᾧ ναυμαχίαν μὲν ποιούμενοι ἐν πελάγει οὐκ ἂν ἐχρώμεθα διὰ τὸ βλάπτειν ἂν τὸ τῆς ἐπιστήμης τῇ βαρύτητι τῶν νεῶν, ἐν δὲ τῇ ἐνθάδε ἠναγκασμένῃ ἀπὸ τῶν νεῶν πεζομαχίᾳ πρόσφορα ἔσται.
因为许多弓箭手、标枪手以及大批轻装士兵都将登船。 如果我们是在开阔海域进行海战,我们是不会使用他们的,因为他们的重量会损害操船技术;但在这里被迫进行的船上陆战中,他们将大有用武之地。
§7.62.3ηὕρηται δ’ ἡμῖν ὅσα χρὴ ἀντιναυπηγῆσαι, καὶ πρὸς τὰς τῶν ἐπωτίδων αὐτοῖς παχύτητας, ᾧπερ δὴ μάλιστα ἐβλαπτόμεθα, χειρῶν σιδηρῶν ἐπιβολαί, αἳ σχήσουσι τὴν πάλιν ἀνάκρουσιν τῆς προσπεσούσης νεώς, ἢν τὰ ἐπὶ τούτοις οἱ ἐπιβάται ὑπουργῶσιν.
我们已经想出了所有需要建造的对抗措施,并且针对他们厚重的船首耳(我们此前最受其害),准备了抛掷“铁爪”的装置,如果甲板上的重装步兵能够做好随后的配合工作,这些铁爪将阻止撞击我方的敌船向后退却。
§7.62.4ἐς τοῦτο γὰρ δὴ ἠναγκάσμεθα ὥστε πεζομαχεῖν ἀπὸ τῶν νεῶν, καὶ τὸ μήτε αὐτοὺς ἀνακρούεσθαι μήτ’ ἐκείνους ἐᾶν ὠφέλιμον φαίνεται, ἄλλως τε καὶ τῆς γῆς, πλὴν ὅσον ἂν ὁ πεζὸς ἡμῶν ἐπέχῃ, πολεμίας οὔσης.
因为我们确实被逼到了必须在船上进行陆战的地步,而且我们自己不退却,也不允许他们退却,这显然是有利的,尤其是在除了我方陆军占领的区域之外,所有陆地都是敌国领土的情况下。