Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §7.40.1-7.40.5

叙拉古军的奇袭与雅典舰队的溃败

第 761 段,共 917 段 · 希腊语

内容简介

叙拉古人设下圈套暂时撤退吃午饭,乘雅典人懈怠时发动奇袭。仓促迎战的雅典人因叙拉古人强化的船头冲角和轻舟袭扰而遭受重创。

§7.40.1καὶ οἱ μὲν πεισθέντες ἔπεμψαν ἄγγελον, καὶ ἡ ἀγορὰ παρεσκευάσθη, καὶ οἱ Συρακόσιοι ἐξαίφνης πρύμναν κρουσάμενοι πάλιν πρὸς τὴν πόλιν ἔπλευσαν καὶ εὐθὺς ἐκβάντες αὐτοῦ ἄριστον ἐποιοῦντο·
他们被说服后派出了使者,集市随之准备就绪。 叙拉古人突然倒退船只,重新向城市驶去,并立即在当地登岸吃午饭。
§7.40.2οἱ δ’ Ἀθηναῖοι νομίσαντες αὐτοὺς ὡς ἡσσημένους σφῶν πρὸς τὴν πόλιν ἀνακρούσασθαι, καθ’ ἡσυχίαν ἐκβάντες τά τε ἄλλα διεπράσσοντο καὶ τὰ ἀμφὶ τὸ ἄριστον ὡς τῆς γε ἡμέρας ταύτης οὐκέτι οἰόμενοι ἂν ναυμαχῆσαι.
阿提卡人以为他们是因为不敌自己才退回城市的,于是慢条斯理地登岸,处理其他事务并准备午饭,以为在这一天里绝不会再有海战了。
§7.40.3ἐξαίφνης δὲ οἱ Συρακόσιοι πληρώσαντες τὰς ναῦς ἐπέπλεον αὖθις·
然而,叙拉古人突然让士兵登船,再次向他们驶来。
οἱ δὲ διὰ πολλοῦ θορύβου καὶ ἄσιτοι οἱ πλείους οὐδενὶ κόσμῳ ἐσβάντες μόλις ποτὲ ἀντανήγοντο.
阿提卡人在一片混乱中,且大多数人还空着肚子,毫无秩序地登船,费尽周折才终于出海迎战。
§7.40.4καὶ χρόνον μέν τινα ἀπέσχοντο ἀλλήλων φυλασσόμενοι·
起初,他们互相戒备,保持了一段距离。
ἔπειτα οὐκ ἐδόκει τοῖς Ἀθηναίοις ὑπὸ σφῶν αὐτῶν διαμέλλοντας κόπῳ ἁλίσκεσθαι, ἀλλ’ ἐπιχειρεῖν ὅτι τάχιστα, καὶ ἐπιφερόμενοι ἐκ παρακελεύσεως ἐναυμάχουν.
但随后阿提卡人认为,不应当因自己拖延时间而精疲力竭,以致自取灭亡,而应当尽快发起进攻,于是他们互相激励着冲上前去,展开了海战。
§7.40.5οἱ δὲ Συρακόσιοι δεξάμενοι καὶ ταῖς [τε] ναυσὶν ἀντιπρῴροις χρώμενοι, ὥσπερ διενοήθησαν, τῶν ἐμβόλων τῇ παρασκευῇ ἀνερρήγνυσαν τὰς τῶν Ἀθηναίων ναῦς ἐπὶ πολὺ τῆς παρεξειρεσίας, καὶ οἱ ἀπὸ τῶν καταστρωμάτων αὐτοῖς ἀκοντίζοντες μεγάλα ἔβλαπτον τοὺς Ἀθηναίους, πολὺ δ’ ἔτι μείζω οἱ ἐν τοῖς λεπτοῖς πλοίοις περιπλέοντες τῶν Συρακοσίων καὶ ἔς τε τοὺς ταρσοὺς ὑποπίπτοντες τῶν πολεμίων νεῶν καὶ ἐς τὰ πλάγια παραπλέοντες καὶ ἐξ αὐτῶν ἐς τοὺς ναύτας ἀκοντίζοντες.
叙拉古人迎击他们,并正如他们所计划的那样,采取船头正面迎撞的战术,利用其强化冲角的装备,将阿提卡船只的外伸桨座大范围地撞碎。 从甲板上向阿提卡人投掷标枪的士兵给他们造成了巨大伤害,而那些乘小舟在周围游弋的叙拉古人造成的伤害还要大得多,他们钻到敌船的桨叶下方,并驶向其侧面,从小舟上向水兵们投掷标枪。

词汇与语法注释

  1. 7.40.2ὡς ἡσσημένους σφῶν — 连词 ὡς 伴随分词 ἡσσημένους,表示主观原因(雅典人所认为的)。σφῶν 是指代雅典人自身的第一人称复数间接反身代词属格,在此作比较属格,修饰含有比较意义的分词 ἡσσημένους(源自比较级 ἥσσων,意为“败于”、“逊于”)。
  2. 7.40.2ἂν ναυμαχῆσαι — 助词 ἂν 与不定式 ναυμαχῆσαι 连用,表示直接引语中的 οὐκ ἂν ναυμαχήσαιμεν(“我们可能不会再交战了”,表示不确定的未来推测)。它充当分词 οἰόμενοι(“以为”)的宾语。
  3. 7.40.4οὐκ ἐδόκει τοῖς Ἀθηναίοις ὑπὸ σφῶν αὐτῶν διαμέλλοντας κόπῳ ἁλίσκεσθαι — 在非人称句 οὐκ ἐδόκει(“对雅典人来说……似乎不妥”)中,尽管前面有与格的 τοῖς Ἀθηναίοις,但作不定式 ἁλίσκεσθαι 逻辑主语的分词 διαμέλλοντας 却使用了宾格复数,这是因为不定式的逻辑主语习惯上用宾格表示。短语 ὑπὸ σφῶν αὐτῶν(“由于他们自己”)可以修饰 διαμέλλοντας(因为他们自己的拖延),也可以修饰 ἁλίσκεσθαι(被他们自己打败/因自身原因而疲惫不堪)。
  4. 7.40.5ἐπὶ πολὺ τῆς παρεξειρεσίας — 属格 τῆς παρεξειρεσίας(“外伸桨座”)是修饰宾格短语 ἐπὶ πολύ(“很大程度上/很大范围”)的部分属格,意为“在外伸桨座的大部分范围上”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §7.40.1-7.40.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:7.40.1-7.40.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。