§7.3.1οἱ δὲ Ἀθηναῖοι αἰφνιδίως τοῦ τε Γυλίππου καὶ τῶν Συρακοσίων σφίσιν ἐπιόντων ἐθορυβήθησαν μὲν τὸ πρῶτον, παρετάξαντο δέ.
雅典人见吉利普斯和叙拉古人突然向自己逼近,起初陷入了混乱,但随即摆好了战斗阵形。
ὁ δὲ θέμενος τὰ ὅπλα ἐγγὺς κήρυκα προσπέμπει αὐτοῖς λέγοντα, εἰ βούλονται ἐξιέναι ἐκ τῆς Σικελίας πέντε ἡμερῶν λαβόντες τὰ σφέτερα αὐτῶν, ἑτοῖμος εἶναι σπένδεσθαι.
吉利普斯在附近停下并放下武器,派出一名使者向他们宣告:如果他们愿意在五天内带上自己的财产撤离西西里,他准备与他们缔结停战协定。
§7.3.2οἱ δ’ ἐν ὀλιγωρίᾳ τε ἐποιοῦντο καὶ οὐδὲν ἀποκρινάμενοι ἀπέπεμψαν.
但雅典人对此不屑一顾,没有作任何答复便将使者打发回去。
καὶ μετὰ τοῦτο ἀντιπαρεσκευάζοντο ἀλλήλοις ὡς ἐς μάχην.
此后,双方开始互相准备交战。
§7.3.3καὶ ὁ Γύλιππος ὁρῶν τοὺς Συρακοσίους ταρασσομένους καὶ οὐ ῥᾳδίως ξυντασσομένους, ἐπανῆγε τὸ στρατόπεδον ἐς τὴν εὐρυχωρίαν μᾶλλον.
吉利普斯见叙拉古人阵脚混乱,不易整队,便将军队撤回到较为开阔的地方。
καὶ ὁ Νικίας οὐκ ἐπῆγε τοὺς Ἀθηναίους, ἀλλ’ ἡσύχαζε πρὸς τῷ ἑαυτῶν τείχει.
尼基阿斯没有率领雅典人出击,而是让他们在自己的围墙旁保持原地不动。
ὡς δ’ ἔγνω ὁ Γύλιππος οὐ προσιόντας αὐτούς, ἀπήγαγε τὴν στρατιὰν ἐπὶ τὴν ἄκραν τὴν Τεμενῖτιν καλουμένην, καὶ αὐτοῦ ηὐλίσαντο.
当吉利普斯察觉到雅典人并不逼近时,便把军队带到了被称为泰梅尼特斯的高地上,并在那里露营。
§7.3.4τῇ δ’ ὑστεραίᾳ ἄγων τὴν μὲν πλείστην τῆς στρατιᾶς παρέταξε πρὸς τὰ τείχη τῶν Ἀθηναίων, ὅπως μὴ ἐπιβοηθοῖεν ἄλλοσε, μέρος δέ τι πέμψας πρὸς τὸ φρούριον τὸ Λάβδαλον αἱρεῖ, καὶ ὅσους ἔλαβεν ἐν αὐτῷ πάντας ἀπέκτεινεν·
第二天,他率领大部分军队,在雅典人的围墙前摆开阵势,以防他们向别处增援;同时,他派遣一支小分队前往拉布达隆要塞,将其攻占,并将城内所捕获的人全部处死。
ἦν δὲ οὐκ ἐπιφανὲς τοῖς Ἀθηναίοις τὸ χωρίον.
该要塞从雅典人所在的地方是看不见的。
§7.3.5καὶ τριήρης τῇ αὐτῇ ἡμέρᾳ ἁλίσκεται τῶν Ἀθηναίων ὑπὸ τῶν Συρακοσίων ἐφορμοῦσα τῷ λιμένι.
同日,一艘在港口监视的雅典三桅战船被叙拉古人捕获。