Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §7.35.1-7.35.2

雅典援军在南意大利的行军与抵达佩特拉

第 756 段,共 917 段 · 希腊语

内容简介

德摩斯梯尼和欧里梅敦在获得图里伊的援军后沿陆路前进,但因遭到克罗托内人的拒绝,遂率军登船航行,最终抵达雷吉乌姆领地的佩特拉。

§7.35.1ὁ δὲ Δημοσθένης καὶ Εὐρυμέδων, ἐπειδὴ ξυστρατεύειν αὐτοῖς οἱ Θούριοι παρεσκευάσθησαν ἑπτακοσίοις μὲν ὁπλίταις, τριακοσίοις δὲ ἀκοντισταῖς, τὰς μὲν ναῦς παραπλεῖν ἐκέλευον ἐπὶ τῆς Κροτωνιάτιδος, αὐτοὶ δὲ τὸν πεζὸν πάντα ἐξετάσαντες πρῶτον ἐπὶ τῷ Συβάρει ποταμῷ ἦγον διὰ τῆς Θουριάδος γῆς.
德摩斯梯尼和欧里梅敦在图里伊人准备好派七百名重装步兵和三百名标枪兵随同他们参战后,便命令船只沿着克罗托尼亚蒂斯的海岸航行,而他们自己则先在叙巴里斯河对全体陆军进行了检阅,然后率领他们穿过图里伊人的领土。
§7.35.2καὶ ὡς ἐγένοντο ἐπὶ τῷ Ὑλίᾳ ποταμῷ καὶ αὐτοῖς οἱ Κροτωνιᾶται προσπέμψαντες εἶπον οὐκ ἂν σφίσι βουλομένοις εἶναι διὰ τῆς γῆς σφῶν τὸν στρατὸν ἰέναι, ἐπικαταβάντες ηὐλίσαντο πρὸς τὴν θάλασσαν καὶ τὴν ἐκβολὴν τοῦ Ὑλίου· καὶ αἱ νῆες αὐτοῖς ἐς τὸ αὐτὸ ἀπήντων.
当他们到达希利亚斯河时,克罗托内人派使者来告诉他们,他们不希望该军队通过自己的领地;于是他们便下到海边和希利亚斯河口附近扎营,船只也在同一地点与他们会合。
τῇ δ’ ὑστεραίᾳ ἀναβιβασάμενοι παρέπλεον, ἴσχοντες πρὸς ταῖς πόλεσι πλὴν Λοκρῶν, ἕως ἀφίκοντο ἐπὶ Πέτραν τῆς Ῥηγίνης.
第二天,他们让军队登船,沿着海岸航行,在除洛克里人之外的各城市停靠,直到抵达雷吉乌姆领地的佩特拉。

词汇与语法注释

  1. 7.35.1ἑπτακοσίοις μὲν ὁπλίταις, τριακοσίοις δὲ ἀκοντισταῖς — 表示伴随军队的“手段或伴随与格”。
  2. 7.35.2οὐκ ἂν σφίσι βουλομένοις εἶναι — 使用 εἰμί + 与格 + βουλόμενος(……是其所愿)的惯用句式。在间接引语中,οὐκ 转换自带有 ἄν 的希求语气(即 οὐκ ἂν ... εἴη,“可能不合他们的意愿”),带有条件性的语气。
  3. 7.35.2ἀναβιβασάμενοι — 动词 ἀναβιβάζω(使上船)的中间语态分词,在此处表示“使(陆军)登船”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §7.35.1-7.35.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:7.35.1-7.35.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。