§7.30.1οἱ δὲ Θηβαῖοι αἰσθόμενοι ἐβοήθουν, καὶ καταλαβόντες προκεχωρηκότας ἤδη τοὺς Θρᾷκας οὐ πολὺ τήν τε λείαν ἀφείλοντο καὶ αὐτοὺς φοβήσαντες καταδιώκουσιν ἐπὶ τὸν Εὔριπον καὶ τὴν θάλασσαν, οὗ αὐτοῖς τὰ πλοῖα ἃ ἤγαγεν ὥρμει.
底比斯人察觉到这一情况后,便前去救援。 他们追上了已经走得不远的色雷斯人,夺回了掠夺物,并使他们陷入恐慌,一路追击到尤里普斯海峡和海边,那里停泊着送他们来的船只。
§7.30.2καὶ ἀποκτείνουσιν αὐτῶν ἐν τῇ ἐσβάσει τοὺς πλείστους οὔτε ἐπισταμένους νεῖν τῶν τε ἐν τοῖς πλοίοις, ὡς ἑώρων τὰ ἐν τῇ γῇ, ὁρμισάντων ἔξω τοξεύματος τὰ πλοῖα, ἐπεὶ ἔν γε τῇ ἄλλῃ ἀναχωρήσει οὐκ ἀτόπως οἱ Θρᾷκες πρὸς τὸ τῶν Θηβαίων ἱππικόν, ὅπερ πρῶτον προσέκειτο, προεκθέοντές τε καὶ ξυστρεφόμενοι ἐν ἐπιχωρίῳ τάξει τὴν φυλακὴν ἐποιοῦντο, καὶ ὀλίγοι αὐτῶν ἐν τούτῳ διεφθάρησαν.
在色雷斯人登船时,底比斯人杀死了其中的大部分人,因为色雷斯人既不会游泳,而船上的人看到陆地上的情况后,又把船只停泊在弓箭射程之外。 不过,在其余的撤退路程中,面对最先发起攻击的底比斯骑兵,色雷斯人按照他们本国的战术,通过冲锋和聚拢进行防卫,表现得颇为出色,在此期间他们只有少数人丧生。
μέρος δέ τι καὶ ἐν τῇ πόλει αὐτῇ δι’ ἁρπαγὴν ἐγκαταληφθὲν ἀπώλετο.
然而,也有一部分人因为贪图掠夺而滞留在城内,最终丧命。
οἱ δὲ ξύμπαντες τῶν Θρᾳκῶν πεντήκοντα καὶ διακόσιοι ἀπὸ τριακοσίων καὶ χιλίων ἀπέθανον.
色雷斯人总共在一千三百人中死去了二百五十人。
§7.30.3διέφθειραν δὲ καὶ τῶν Θηβαίων καὶ τῶν ἄλλων οἳ ξυνεβοήθησαν ἐς εἴκοσι μάλιστα ἱππέας τε καὶ ὁπλίτας ὁμοῦ καὶ Θηβαίων τῶν βοιωταρχῶν Σκιρφώνδαν· τῶν δὲ Μυκαλησσίων μέρος τι ἀπανηλώθη.
但色雷斯人也杀死了底比斯人以及其他前来增援的人,包括骑兵和重装步兵在内共约二十人,以及底比斯人的波奥塔尔赫之一斯基尔丰达斯;而米卡莱索斯人也有部分人丧生。
τὰ μὲν κατὰ τὴν Μυκαλησσὸν πάθει χρησαμένην οὐδενὸς ὡς ἐπὶ μεγέθει τῶν κατὰ τὸν πόλεμον ἧσσον ὀλοφύρασθαι ἀξίῳ τοιαῦτα ξυνέβη.
米卡莱索斯遭遇了如此的灾难,按其城市规模而言,其惨重程度绝不亚于这场战争中任何其他值得哀悼的事件,事情就是这样发生的。