Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §7.28.1-7.28.4

雅典的财政危机与双重包围下的执念

第 749 段,共 917 段 · 希腊语

内容简介

德凯莱亚的占领切断了陆路通道,迫使雅典通过海路运送物资,导致财政极度困难,城市宛如堡垒。然而,雅典人即便自身被包围,仍执意反向包围叙拉古,展现出惊人的执念,并向臣属国征收海上贸易税以应对财政危机。

§7.28.1ἥ τε τῶν ἐπιτηδείων παρακομιδὴ ἐκ τῆς Εὐβοίας, πρότερον ἐκ τοῦ Ὠρωποῦ κατὰ γῆν διὰ τῆς Δεκελείας θάσσων οὖσα, περὶ Σούνιον κατὰ θάλασσαν πολυτελὴς ἐγίγνετο· τῶν τε πάντων ὁμοίως ἐπακτῶν ἐδεῖτο ἡ πόλις, καὶ ἀντὶ τοῦ πόλις εἶναι φρούριον κατέστη.
从优波亚运送生活必需品,以前从奥罗波斯经由德凯莱亚通过陆路更为迅速,现在却必须经由苏尼翁角通过海路,因而变得耗资巨大;城市同样需要所有的进口物资,并且,雅典不再是一个城市,而变成了一个堡垒。
§7.28.2πρὸς γὰρ τῇ ἐπάλξει τὴν μὲν ἡμέραν κατὰ διαδοχὴν οἱ Ἀθηναῖοι φυλάσσοντες, τὴν δὲ νύκτα καὶ ξύμπαντες πλὴν τῶν ἱππέων, οἱ μὲν ἐφ’ ὅπλοις † ποιούμενοι †, οἱ δ’ ἐπὶ τοῦ τείχους, καὶ θέρους καὶ χειμῶνος ἐταλαιπωροῦντο.
因为在城墙上,雅典人白天轮流防守,而到了夜间,除骑兵外,全体人员——有的全副武装守卫,有的在城墙上防守——不论夏冬都承受着劳苦。
§7.28.3μάλιστα δ’ αὐτοὺς ἐπίεζεν ὅτι δύο πολέμους ἅμα εἶχον, καὶ ἐς φιλονικίαν καθέστασαν τοιαύτην ἣν πρὶν γενέσθαι ἠπίστησεν ἄν τις ἀκούσας.
最让他们感到压力的是,他们同时承受着两场战争,并且陷入了如此好胜的对立之中,以至于在这件事发生之前,任何人听到都会难以置信。
τὸ γὰρ αὐτοὺς πολιορκουμένους ἐπιτειχισμῷ ὑπὸ Πελοποννησίων μηδ’ ὣς ἀποστῆναι ἐκ Σικελίας, ἀλλ’ ἐκεῖ Συρακούσας τῷ αὐτῷ τρόπῳ ἀντιπολιορκεῖν, πόλιν οὐδὲν ἐλάσσω αὐτήν γε καθ’ αὑτὴν τῆς τῶν Ἀθηναίων, καὶ τὸν παράλογον τοσοῦτον ποιῆσαι τοῖς Ἕλλησι τῆς δυνάμεως καὶ τόλμης, ὅσον κατ᾽ ἀρχὰς τοῦ πολέμου οἱ μὲν ἐνιαυτόν, οἱ δὲ δύο, οἱ δὲ τριῶν γε ἐτῶν οὐδεὶς πλείω χρόνον ἐνόμιζον περιοίσειν αὐτούς, εἰ οἱ Πελοποννήσιοι ἐσβάλοιεν ἐς τὴν χώραν, ὥστε ἔτει ἑπτακαιδεκάτῳ μετὰ τὴν πρώτην ἐσβολὴν ἦλθον ἐς Σικελίαν ἤδη τῷ πολέμῳ κατὰ πάντα τετρυχωμένοι, καὶ πόλεμον οὐδὲν ἐλάσσω προσανείλοντο τοῦ πρότερον ὑπάρχοντος ἐκ Πελοποννήσου.
因为他们自己虽然因伯罗奔尼撒人修筑的敌前要塞而被合围,却仍不肯从西西里撤军,反而在那里以同样的方式反向包围叙拉古——这本身就是一个规模绝不亚于雅典的城市;并且,他们向希腊人展示了如此出乎意料的实力与胆量,因为在战争之初,有人认为如果伯罗奔尼撒人入侵雅典领土,他们只能支撑一年,有人认为能撑两年,而没有人认为他们能坚持三年以上,结果在第一次入侵后的第十七年,他们竟然前往西西里,此时他们早已在战争中各方面精疲力竭,却又主动承担了一场不亚于此前来自伯罗奔尼撒的战争。
§7.28.4δι’ ἃ καὶ τότε ὑπό τε τῆς Δεκελείας πολλὰ βλαπτούσης καὶ τῶν ἄλλων ἀναλωμάτων μεγάλων προσπιπτόντων ἀδύνατοι ἐγένοντο τοῖς χρήμασιν.
因此,由于当时德凯莱亚造成了巨大损失,加之其他巨额开支接踵而至,他们在财政上变得无能为力。
καὶ τὴν εἰκοστὴν ὑπὸ τοῦτον τὸν χρόνον τῶν κατὰ θάλασσαν ἀντὶ τοῦ φόρου τοῖς ὑπηκόοις ἐποίησαν, πλείω νομίζοντες ἂν σφίσι χρήματα οὕτω προσιέναι.
大约就在这个时候,他们对臣属城邦征收海上贸易二十分之一的税来代替原先的贡金,认为这样能有更多资金流入他们手中。
αἱ μὲν γὰρ δαπάναι οὐχ ὁμοίως καὶ πρίν, ἀλλὰ πολλῷ μείζους καθέστασαν, ὅσῳ καὶ μείζων ὁ πόλεμος ἦν· αἱ δὲ πρόσοδοι ἀπώλλυντο.
因为支出已不像以前那样,而是随着战争规模的扩大而大大增加;而他们的收入却在逐渐丧失。

词汇与语法注释

  1. §7.28.3τὸ γὰρ αὐτοὺς πολιορκουμένους — 由 τὸ 引导的名词化不定式短语(支配 ἀποστῆναι、ἀντιπολιορκεῖν 和 ποιῆσαι)作为同位语,具体解释了前文提到的令人难以置信的竞争执念(τοιαύτην ἣν...)。宾格的 αὐτοὺς 是这些不定式的逻辑主语,分词 πολιορκουμένους(“尽管被包围”)与其保持一致。整个长句生动地描绘了雅典人超乎寻常的顽强与决心。
  2. §7.28.4τῶν κατὰ θάλασσαν — 这是一个名词化的、属格复数形式的介词短语,作为限定属格修饰 τὴν εἰκοστὴν(“二十分之一税”),指“海上运输的货物”。这代表了雅典用来代替常规贡金、向臣属国征收的5%海上贸易关税。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §7.28.1-7.28.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:7.28.1-7.28.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。