§7.2.1οἱ δ’ ἐκ τῆς Λευκάδος Κορίνθιοι ταῖς τε ἄλλαις ναυσὶν ὡς εἶχον τάχους ἐβοήθουν καὶ Γογγύλος, εἷς τῶν Κορινθίων ἀρχόντων, μιᾷ νηὶ τελευταῖος ὁρμηθεὶς πρῶτος μὲν ἀφικνεῖται ἐς τὰς Συρακούσας, ὀλίγον δὲ πρὸ Γυλίππου, καὶ καταλαβὼν αὐτοὺς περὶ ἀπαλλαγῆς τοῦ πολέμου μέλλοντας ἐκκλησιάσειν διεκώλυσέ τε καὶ παρεθάρσυνε, λέγων ὅτι νῆές τε ἄλλαι ἔτι προσπλέουσι καὶ Γύλιππος ὁ Κλεανδρίδου Λακεδαιμονίων ἀποστειλάντων ἄρχων.
来自莱夫卡斯的科林斯人正率领其余船只以最快的速度赶来救援;而科林斯指挥官之一的贡居罗斯,虽乘单船最后出发,却最先抵达叙拉古,仅比吉利普斯稍早一点。 他发现叙拉古人正准备召开公民大会讨论结束战争,便阻止了他们并鼓舞了他们的士气,说其余的船只仍在航行途中,而且拉栖代梦人派遣的指挥官、克莱安德里达斯之子吉利普斯也即将到来。
§7.2.2καὶ οἱ μὲν Συρακόσιοι ἐπερρώσθησάν τε καὶ τῷ Γυλίππῳ εὐθὺς πανστρατιᾷ ὡς ἀπαντησόμενοι ἐξῆλθον· ἤδη γὰρ καὶ ἐγγὺς ὄντα ᾐσθάνοντο αὐτόν.
叙拉古人因此士气大振,立即全军出动去迎接吉利普斯,因为他们已经察觉到他已临近。
§7.2.3ὁ δὲ Ἰέτας τότε τι τεῖχος ἐν τῇ παρόδῳ τῶν Σικελῶν ἑλὼν καὶ ξυνταξάμενος ὡς ἐς μάχην ἀφικνεῖται ἐς τὰς Ἐπιπολάς·
与此同时,吉利普斯在途中夺取了西西里人的要塞伊埃泰,并在整军做好战斗准备后抵达了埃庇波莱。
καὶ ἀναβὰς κατὰ τὸν Εὐρύηλον, ᾗπερ καὶ οἱ Ἀθηναῖοι τὸ πρῶτον, ἐχώρει μετὰ τῶν Συρακοσίων ἐπὶ τὸ τείχισμα τῶν Ἀθηναίων.
他沿着埃乌里亚路斯登上去,正如雅典人最初所做的那样,随后与叙拉古人一同向雅典人的围墙进军。
§7.2.4ἔτυχε δὲ κατὰ τοῦτο τοῦ καιροῦ ἐλθὼν ἐν ᾧ ἑπτὰ μὲν ἢ ὀκτὼ σταδίων ἤδη ἀπετετέλεστο τοῖς Ἀθηναίοις ἐς τὸν μέγαν λιμένα διπλοῦν τεῖχος, πλὴν κατὰ βραχύ τι τὸ πρὸς τὴν θάλασσαν (τοῦτο δ’ ἔτι ᾠκοδόμουν), τῷ δὲ ἄλλῳ τοῦ κύκλου πρὸς τὸν Τρωγίλον ἐπὶ τὴν ἑτέραν θάλασσαν λίθοι τε παραβεβλημένοι τῷ πλέονι ἤδη ἦσαν, καὶ ἔστιν ἃ καὶ ἡμίεργα, τὰ δὲ καὶ ἐξειργασμένα κατελέλειπτο.
他抵达时,恰逢这样一个关头:雅典人通往大港口的双重围墙中,已有七至八斯塔德完全竣工,仅剩靠近海边极短的一段(这段他们仍在建造);而环墙通往另一侧海面托罗吉罗斯的其余大部分路段,石块已经排好,其中有些部分半途而废,有些部分则已全部完工。
παρὰ τοσοῦτον μὲν αἱ Συράκουσαι ἦλθον κινδύνου.
叙拉古当时真可谓处于千钧一发之危。