§7.1.1ὁ δὲ Γύλιππος καὶ ὁ Πυθὴν ἐκ τοῦ Τάραντος, ἐπεὶ ἐπεσκεύασαν τὰς ναῦς, παρέπλευσαν ἐς Λοκροὺς τοὺς Ἐπιζεφυρίους·
吉利普斯和皮索在塔兰托修整好船只后,沿岸航行至厄庇泽非里乌斯·洛克里。
καὶ πυνθανόμενοι σαφέστερον ἤδη ὅτι οὐ παντελῶς πω ἀποτετειχισμέναι αἱ Συράκουσαί εἰσιν, ἀλλ’ ἔτι οἷόν τε κατὰ τὰς Ἐπιπολὰς στρατιᾷ ἀφικομένους ἐσελθεῖν, ἐβουλεύοντο εἴτ’ ἐν δεξιᾷ λαβόντες τὴν Σικελίαν διακινδυνεύσωσιν ἐσπλεῦσαι, εἴτ’ ἐν ἀριστερᾷ ἐς Ἱμέραν πρῶτον πλεύσαντες καὶ αὐτούς τε ἐκείνους καὶ στρατιὰν ἄλλην προσλαβόντες, οὓς ἂν πείθωσι, κατὰ γῆν ἔλθωσιν.
由于他们现在得知了更确切的消息,即叙拉古尚未被完全筑墙围困,仍有可能带着军队经由埃庇波莱进入,他们便商议:是应该冒险将西西里置于右侧驶入港口,还是将其置于左侧先驶向希梅拉,在接纳希梅拉人自己以及他们能说服的其他军队之后,再由陆路前进。
§7.1.2καὶ ἔδοξεν αὐτοῖς ἐπὶ τῆς Ἱμέρας πλεῖν, ἄλλως τε καὶ τῶν Ἀττικῶν τεσσάρων νεῶν οὔπω παρουσῶν ἐν τῷ Ῥηγίῳ, ἃς ὁ Νικίας ὅμως πυνθανόμενος αὐτοὺς ἐν Λοκροῖς εἶναι ἀπέστειλεν.
他们决定驶向希梅拉,尤其是因为雅典的四艘船只尚未抵达雷吉翁,尽管尼西亚斯在得知他们已在洛克里时仍派出了这些船。
φθάσαντες δὲ τὴν φυλακὴν ταύτην περαιοῦνται διὰ τοῦ πορθμοῦ, καὶ σχόντες Ῥηγίῳ καὶ Μεσσήνῃ ἀφικνοῦνται ἐς Ἱμέραν.
吉利普斯等人抢在这支防卫力量之前渡过了海峡,在雷吉翁和美塞纳停靠后,抵达了希梅拉。
§7.1.3ἐκεῖ δὲ ὄντες τούς τε Ἱμεραίους ἔπεισαν ξυμπολεμεῖν καὶ αὐτούς τε ἕπεσθαι καὶ τοῖς ἐκ τῶν νεῶν τῶν σφετέρων ναύταις ὅσοι μὴ εἶχον ὅπλα παρασχεῖν (τὰς γὰρ ναῦς ἀνείλκυσαν ἐν Ἱμέρᾳ), καὶ τοὺς Σελινουντίους πέμψαντες ἐκέλευον ἀπαντᾶν πανστρατιᾷ ἔς τι χωρίον.
在希梅拉期间,他们说服了希梅拉人共同作战,不仅让他们自己随行,还为他们自己船上那些没有武器的水手提供武器(因为他们已在希梅拉将船只拖上岸);他们还派人去塞利努斯,命令他们率全军在某地会合。
§7.1.4πέμψειν δέ τινα αὐτοῖς ὑπέσχοντο στρατιὰν οὐ πολλὴν καὶ οἱ Γελῷοι καὶ τῶν Σικελῶν τινές, οἳ πολὺ προθυμότερον προσχωρεῖν ἑτοῖμοι ἦσαν τοῦ τε Ἀρχωνίδου νεωστὶ τεθνηκότος, ὃς τῶν ταύτῃ Σικελῶν βασιλεύων τινῶν καὶ ὢν οὐκ ἀδύνατος τοῖς Ἀθηναίοις φίλος ἦν,καὶ τοῦ Γυλίππου ἐκ Λακεδαίμονος προθύμως δοκοῦντος ἥκειν.
杰拉人和部分西西里人也承诺向他们派遣一支人数不多的军队。 西西里人之所以更加热切地准备加入,一方面是因为该地区部分西西里人的国王阿科尼德斯最近去世(他颇有势力且曾是雅典人的朋友),另一方面是因为吉利普斯显得是从拉栖代梦满怀热忱而来。
§7.1.5καὶ ὁ μὲν Γύλιππος ἀναλαβὼν τῶν τε σφετέρων ναυτῶν καὶ ἐπιβατῶν τοὺς ὡπλισμένους ἑπτακοσίους μάλιστα, Ἱμεραίους δὲ ὁπλίτας καὶ ψιλοὺς ξυναμφοτέρους χιλίους καὶ ἱππέας ἑκατὸν καὶ Σελινουντίων τέ τινας ψιλοὺς καὶ ἱππέας καὶ Γελῴων ὀλίγους, Σικελῶν τε ἐς χιλίους τοὺς πάντας, ἐχώρει πρὸς τὰς Συρακούσας·
于是,吉利普斯率领自己船上的水手和武装兵士中已装备武器的约七百人,希梅拉的重装步兵和轻装步兵共一千人及一百名骑兵,塞利努斯的部分轻装步兵和骑兵,少数杰拉人,以及总计约一千人的西西里人,向叙拉古进军。