§7.14.1ἐπισταμένοις δ’ ὑμῖν γράφω ὅτι βραχεῖα ἀκμὴ πληρώματος καὶ ὀλίγοι τῶν ναυτῶν οἱ ἐξορμῶντές τε ναῦν καὶ ξυνέχοντες τὴν εἰρεσίαν.
但我写信给你们,你们自己也清楚:船员的精锐时期是短暂的,而那些能发动船只并维持划桨协调的水手只是少数。
§7.14.2τούτων δὲ πάντων ἀπορώτατον τό τε μὴ οἷόν τε εἶναι ταῦτα ἐμοὶ κωλῦσαι τῷ στρατηγῷ (χαλεπαὶ γὰρ αἱ ὑμέτεραι φύσεις ἄρξαι) καὶ ὅτι οὐδ’ ὁπόθεν ἐπιπληρωσόμεθα τὰς ναῦς ἔχομεν, ὃ τοῖς πολεμίοις πολλαχόθεν ὑπάρχει, ἀλλ’ ἀνάγκη ἀφ’ ὧν ἔχοντες ἤλθομεν τά τε ὄντα καὶ ἀπαναλισκόμενα γίγνεσθαι·
在所有这些事情中,最困难的是:第一,我作为将军无法阻止这些情况(因为你们的脾性极难统治);第二,我们甚至没有任何可以补充船员的地方——而敌人却可以从许多地方获得补充——相反,我们现有的和正在消耗的,都必须从我们带来的人员中支出。
αἱ γὰρ νῦν οὖσαι πόλεις ξύμμαχοι ἀδύνατοι Νάξος καὶ Κατάνη.
因为我们目前的盟友城市,纳克索斯和卡塔奈,是无能为力的。
§7.14.3εἰ δὲ προσγενήσεται ἓν ἔτι τοῖς πολεμίοις, ὥστε τὰ τρέφοντα ἡμᾶς χωρία τῆς Ἰταλίας, ὁρῶντα ἐν ᾧ τ’ ἐσμὲν καὶ ὑμῶν μὴ ἐπιβοηθούντων, πρὸς ἐκείνους χωρῆσαι, διαπεπολεμήσεται αὐτοῖς ἀμαχεὶ ἐκπολιορκηθέντων ἡμῶν [ὁ πόλεμος ].
如果敌人再获得一项优势,以致于供养我们的意大利各地区,在看到我们的处境以及你们不派兵救援之后,也投靠到他们那边去的话,那么,随着我们被围困绝粮,这场战争就会在不用交战的情况下被他们彻底打赢。
§7.14.4‘τούτων ἐγὼ ἡδίω μὲν ἂν εἶχον ὑμῖν ἕτερα ἐπιστέλλειν, οὐ μέντοι χρησιμώτερά γε, εἰ δεῖ σαφῶς εἰδότας τὰ ἐνθάδε βουλεύσασθαι.
我本可以给你们写些比这更悦耳的其他消息,但如果你们必须在确切了解此地情况的前提下进行决策,那么那些消息绝不会更有用。
καὶ ἅμα τὰς φύσεις ἐπιστάμενος ὑμῶν, βουλομένων μὲν τὰ ἥδιστα ἀκούειν, αἰτιωμένων δὲ ὕστερον, ἤν τι ὑμῖν ἀπ’ αὐτῶν μὴ ὁμοῖον ἐκβῇ, ἀσφαλέστερον ἡγησάμην τὸ ἀληθὲς δηλῶσαι.
同时,我熟知你们的脾性——你们虽渴望听最中听的话,但如果事后结果与之不符,你们就会归咎于人——因此,我认为表明真相才是更安全的选择。