§7.15.1καὶ νῦν ὡς ἐφ’ ἃ μὲν ἤλθομεν τὸ πρῶτον καὶ τῶν στρατιωτῶν καὶ τῶν ἡγεμόνων ὑμῖν μὴ μεμπτῶν γεγενημένων, οὕτω τὴν γνώμην ἔχετε· ἐπειδὴ δὲ Σικελία τε ἅπασα ξυνίσταται καὶ ἐκ Πελοποννήσου ἄλλη στρατιὰ προσδόκιμος αὐτοῖς, βουλεύεσθε ἤδη ὡς τῶν γ’ ἐνθάδε μηδὲ τοῖς παροῦσιν ἀνταρκούντων, ἀλλ’ ἢ τούτους μεταπέμπειν δέον ἢ ἄλλην στρατιὰν μὴ ἐλάσσω ἐπιπέμπειν καὶ πεζὴν καὶ ναυτικὴν καὶ χρήματα μὴ ὀλίγα, ἐμοὶ δὲ διάδοχόν τινα, ὡς ἀδύνατός εἰμι διὰ νόσον νεφρῖτιν παραμένειν.
至于现在,对于我们最初前来的目的,请你们持有这样的看法:你们的士兵和将军在你们看来都是无可指责的;但既然整个西西里正在联合起来,而且他们还期待着来自伯罗奔尼撒的另一支军队,那么现在就请在如下前提下做出决议:此地的军队甚至无法抵御眼前的敌人,因此必须要么召回这些人,要么派遣另一支不小于此等规模的陆海军以及不少的资金,并为我派来一位继任者,因为我因肾病而无法继续留任。
§7.15.2ἀξιῶ δ’ ὑμῶν ξυγγνώμης τυγχάνειν· καὶ γὰρ ὅτ’ ἐρρώμην πολλὰ ἐν ἡγεμονίαις ὑμᾶς εὖ ἐποίησα.
我请求得到你们的宽恕;因为当我身体强健时,在将领任内曾为你们做过许多有益的事。
ὅτι δὲ μέλλετε, ἅμα τῷ ἦρι εὐθὺς καὶ μὴ ἐς ἀναβολὰς πράσσετε, ὡς τῶν πολεμίων τὰ μὲν ἐν Σικελίᾳ δι’ ὀλίγου ποριουμένων, τὰ δ’ ἐκ Πελοποννήσου σχολαίτερον μέν, ὅμως δ᾽, ἢν μὴ προσέχητε τὴν γνώμην, τὰ μὲν λήσουσιν ὑμᾶς, ὥσπερ καὶ πρότερον, τὰ δὲ φθήσονται. ’
无论你们打算做什么,都请在春季伊始立即执行,切勿拖延,因为敌人将很快获得在西西里的资源,而来自伯罗奔尼撒的资源虽然较为缓慢,但若你们不加以注意,它们有些会像以前一样瞒过你们,有些则会先于你们一步到达。