§7.13.1ἡμῖν δ’ ἐκ πολλῆς ἂν περιουσίας νεῶν μόλις τοῦτο ὑπῆρχε καὶ μὴ ἀναγκαζομένοις ὥσπερ νῦν πάσαις φυλάσσειν·
另一方面,对我们来说,只有在拥有极充裕的船只,且不像现在这样被迫用所有船只进行警戒的情况下,这件事才有可能勉强做到。
εἰ γὰρ ἀφαιρήσομέν τι καὶ βραχὺ τῆς τηρήσεως, τὰ ἐπιτήδεια οὐχ ἕξομεν, παρὰ τὴν ἐκείνων πόλιν χαλεπῶς καὶ νῦν ἐσκομιζόμενοι.
因为如果我们哪怕把警备放宽一点点,我们就无法获得生活必需品,因为即使是现在,我们在运入物资时也必须艰难地经过他们的城市附近。
§7.13.2τὰ δὲ πληρώματα διὰ τόδε ἐφθάρη τε ἡμῖν καὶ ἔτι νῦν φθείρεται, τῶν ναυτῶν [τῶν] μὲν διὰ φρυγανισμὸν καὶ ἁρπαγὴν καὶ ὑδρείαν μακρὰν ὑπὸ τῶν ἱππέων ἀπολλυμένων· οἱ δὲ θεράποντες, ἐπειδὴ ἐς ἀντίπαλα καθεστήκαμεν, αὐτομολοῦσι, καὶ οἱ ξένοι οἱ μὲν ἀναγκαστοὶ ἐσβάντες εὐθὺς κατὰ τὰς πόλεις ἀποχωροῦσιν,οἱ δὲ ὑπὸ μεγάλου μισθοῦ τὸ πρῶτον ἐπαρθέντες καὶ οἰόμενοι χρηματιεῖσθαι μᾶλλον ἢ μαχεῖσθαι, ἐπειδὴ παρὰ γνώμην ναυτικόν τε δὴ καὶ τἆλλα ἀπὸ τῶν πολεμίων ἀνθεστῶτα ὁρῶσιν, οἱ μὲν ἐπ’ αὐτομολίας προφάσει ἀπέρχονται, οἱ δὲ ὡς ἕκαστοι δύνανται (πολλὴ δ’ ἡ Σικελία), εἰσὶ δ’ οἳ καὶ αὐτοὶ ἐμπορευόμενοι ἀνδράποδα Ὑκκαρικὰ ἀντεμβιβάσαι ὑπὲρ σφῶν πείσαντες τοὺς τριηράρχους τὴν ἀκρίβειαν τοῦ ναυτικοῦ ἀφῄρηνται.
而我们的船员已经受损、且现在仍在继续受损,原因如下:部分水手因为到远处捡柴、劫掠或打水,而被敌人的骑兵杀死;仆役们自我们陷入均势以来便纷纷逃亡;而外邦人中,那些被迫登船的人立即离去前往各城市,至于那些起初被高额军饷所吸引、以为是来赚钱而不是来打仗的人,一旦看到敌人的海军及其他力量出乎意料地与我们抗衡,有的便借故逃跑,有的则各寻生路(因为西西里很广阔);甚至还有人自己做起买卖,说服了三列桨战船的指挥官,用许卡拉的奴隶来代替自己登船,从而破坏了海军的严密纪律。