§7.12.1‘πεπόμφασι δὲ καὶ ἐς Πελοπόννησον πρέσβεις ἐπ’ ἄλλην στρατιάν, καὶ ἐς τὰς ἐν Σικελίᾳ πόλεις Γύλιππος οἴχεται, τὰς μὲν καὶ πείσων ξυμπολεμεῖν ὅσαι νῦν ἡσυχάζουσιν, ἀπὸ δὲ τῶν καὶ στρατιὰν ἔτι πεζὴν καὶ ναυτικοῦ παρασκευήν, ἢν δύνηται, ἄξων.
“此外,他们还向伯罗奔尼撒派出了使节以寻求另一支军队,而吉利普斯也已前往西西里的各城市,目的是为了说服目前保持中立的城市共同参战,并从其他城市中,如果可能的话,带回更多的陆军和海军装备。
§7.12.2διανοοῦνται γάρ, ὡς ἐγὼ πυνθάνομαι, τῷ τε πεζῷ ἅμα τῶν τειχῶν ἡμῶν πειρᾶν καὶ ταῖς ναυσὶ κατὰ θάλασσαν.
因为据我所知,他们打算在动用陆军同时对我们的城壁发起进攻的同时,也动用船只从海上发起尝试。
§7.12.3καὶ δεινὸν μηδενὶ ὑμῶν δόξῃ εἶναι ὅτι καὶ κατὰ θάλασσαν.
你们任何人都不应对他们也打算从海上发起进攻感到不可思议。
τὸ γὰρ ναυτικὸν ἡμῶν, ὅπερ κἀκεῖνοι πυνθάνονται, τὸ μὲν πρῶτον ἤκμαζε καὶ τῶν νεῶν τῇ ξηρότητι καὶ τῶν πληρωμάτων τῇ σωτηρίᾳ· νῦν δὲ αἵ τε νῆες διάβροχοι τοσοῦτον χρόνον ἤδη θαλασσεύουσαι, καὶ τὰ πληρώματα ἔφθαρται.
因为正如他们也探知到的那样,我们的海军起初无论是在船只的干燥度还是在船员的健全度上都处于鼎盛状态;但现在,由于已经在海上航行了这么长时间,船只已经湿透,而船员也已耗损。
§7.12.4τὰς μὲν γὰρ ναῦς οὐκ ἔστιν ἀνελκύσαντας διαψύξαι διὰ τὸ ἀντιπάλους τῷ πλήθει καὶ ἔτι πλείους τὰς τῶν πολεμίων οὔσας αἰεὶ προσδοκίαν παρέχειν ὡς ἐπιπλεύσονται.
因为要将船只拖上岸并加以干燥是不可能的,因为敌人的船只在数量上与我们相当甚至更多,始终让我们预料到他们会驶来袭击。
§7.12.5φανεραὶ δ’ εἰσὶν ἀναπειρώμεναι, καὶ αἱ ἐπιχειρήσεις ἐπ’ ἐκείνοις καὶ ἀποξηρᾶναι τὰς σφετέρας μᾶλλον ἐξουσία· οὐ γὰρ ἐφορμοῦσιν ἄλλοις.
显而易见,他们正在进行演练,而进攻的主动权在他们手中,他们也更有自主权来干燥自己的船只;因为他们并没有在监视其他人。 ”