§7.11.1‘τὰ μὲν πρότερον πραχθέντα, ὦ Ἀθηναῖοι, ἐν ἄλλαις πολλαῖς ἐπιστολαῖς ἴστε· νῦν δὲ καιρὸς οὐχ ἧσσον μαθόντας ὑμᾶς ἐν ᾧ ἐσμὲν βουλεύσασθαι.
“雅典人啊,关于先前发生的事情,你们已从其他许多信件中知晓;但现在,同样是你们在了解了我们所处的境地之后,进行审议的时候了。
§7.11.2κρατησάντων γὰρ ἡμῶν μάχαις ταῖς πλέοσι Συρακοσίους ἐφ’ οὓς ἐπέμφθημεν καὶ τὰ τείχη οἰκοδομησαμένων ἐν οἷσπερ νῦν ἐσμέν, ἦλθε Γύλιππος Λακεδαιμόνιος στρατιὰν ἔχων ἔκ τε Πελοποννήσου καὶ ἀπὸ τῶν ἐν Σικελίᾳ πόλεων ἔστιν ὧν.
因为在我们被派遣去对抗的叙拉古人身上,我们在大多数战斗中取得了胜利,并建造了我们现在所处的城壁,之后,拉刻代蒙人吉利普斯率领着来自伯罗奔尼撒以及西西里部分城市的军队到达了。
καὶ μάχῃ τῇ μὲν πρώτῃ νικᾶται ὑφ᾽ ἡμῶν, τῇ δ’ ὑστεραίᾳ ἱππεῦσί τε πολλοῖς καὶ ἀκοντισταῖς βιασθέντες ἀνεχωρήσαμεν ἐς τὰ τείχη.
在第一场战斗中,他虽然被我们击败,但在第二天,由于受到对方众多骑兵和标枪兵的压迫,我们退回到了城壁之内。
§7.11.3νῦν οὖν ἡμεῖς μὲν παυσάμενοι τοῦ περιτειχισμοῦ διὰ τὸ πλῆθος τῶν ἐναντίων ἡσυχάζομεν (οὐδὲ γὰρ ξυμπάσῃ τῇ στρατιᾷ δυναίμεθ’ ἂν χρήσασθαι ἀπανηλωκυίας τῆς φυλακῆς τῶν τειχῶν μέρος τι τοῦ ὁπλιτικοῦ)· οἱ δὲ παρῳκοδομήκασιν ἡμῖν τεῖχος ἁπλοῦν, ὥστε μὴ εἶναι ἔτι περιτειχίσαι αὐτούς, ἢν μή τις τὸ παρατείχισμα τοῦτο πολλῇ στρατιᾷ ἐπελθὼν ἕλῃ.
因此,现在由于敌人人数众多,我们已经停止了包围壁的修筑而保持静默(因为我们甚至无法动用全部军队,因为防守城壁已经消耗了我们重装步兵的一部分);而他们已经在我们的城壁旁修筑了一道单面横壁,以至于除非有人率领大军进攻并攻占这道对抗壁,否则无法再将他们包围。
§7.11.4ξυμβέβηκέ τε πολιορκεῖν δοκοῦντας ἡμᾶς ἄλλους αὐτοὺς μᾶλλον, ὅσα γε κατὰ γῆν, τοῦτο πάσχειν· οὐδὲ γὰρ τῆς χώρας ἐπὶ πολὺ διὰ τοὺς ἱππέας ἐξερχόμεθα.
结果是,我们这些看似在围攻别人的人,至少在陆地上,自己反而更是在遭受这种待遇;因为由于对方骑兵的缘故,我们甚至无法向领土深处出行多远。