§6.97.1οἱ δὲ Ἀθηναῖοι ταύτης τῆς νυκτὸς τῇ ἐπιγιγνομένῃ ἡμέρᾳ ἐξητάζοντο καὶ ἔλαθον αὐτοὺς παντὶ ἤδη τῷ στρατεύματι ἐκ τῆς Κατάνης σχόντες κατὰ τὸν Λέοντα καλούμενον, ὃς ἀπέχει τῶν Ἐπιπολῶν ἓξ ἢ ἑπτὰ σταδίους, καὶ τοὺς πεζοὺς ἀποβιβάσαντες, ταῖς τε ναυσὶν ἐς τὴν Θάψον καθορμισάμενοι·
在紧接这天夜里的拂晓,雅典人集结完毕,而他们已经率领全体军队从卡塔奈出发,在被称为“莱翁”的地方靠岸,并在未被叙拉古人发觉的情况下完成了登陆;莱翁距离埃皮波莱约六至七斯塔德。 他们让步兵上陆,并将船只停泊在塔普索斯。
ἔστι δὲ χερσόνησος μὲν ἐν στενῷ ἰσθμῷ προύχουσα ἐς τὸ πέλαγος, τῆς δὲ Συρακοσίων πόλεως οὔτε πλοῦν οὔτε ὁδὸν πολλὴν ἀπέχει.
塔普索斯是一个通过狭窄地峡突入海中的半岛,无论是走海路还是走陆路,距离叙拉古城都不算远。
§6.97.2καὶ ὁ μὲν ναυτικὸς στρατὸς τῶν Ἀθηναίων ἐν τῇ Θάψῳ διασταυρωσάμενος τὸν ἰσθμὸν ἡσύχαζεν· ὁ δὲ πεζὸς ἐχώρει εὐθὺς δρόμῳ πρὸς τὰς Ἐπιπολὰς καὶ φθάνει ἀναβὰς κατὰ τὸν Εὐρύηλον πρὶν τοὺς Συρακοσίους αἰσθομένους ἐκ τοῦ λειμῶνος καὶ τῆς ἐξετάσεως παραγενέσθαι.
雅典人的海军部队在塔普索斯用桩栅阻断了地峡,驻守不动;而步兵则立即跑步向埃皮波莱前进,并在叙拉古人发觉并从草地及检阅地赶来之前,抢先一步从欧里亚洛斯登了上去。
§6.97.3ἐβοήθουν δὲ οἵ τε ἄλλοι, ὡς ἕκαστος τάχους εἶχε, καὶ οἱ περὶ τὸν Διόμιλον ἑξακόσιοι· στάδιοι δὲ πρὶν προσμεῖξαι ἐκ τοῦ λειμῶνος ἐγίγνοντο αὐτοῖς οὐκ ἔλασσον ἢ πέντε καὶ εἴκοσι.
叙拉古的其他人员也尽其所能快速前往增援,迪奥米洛斯指挥的六百名精兵也一同前往;然而,在他们接敌之前,从草地出发的距离不少于二十五斯塔德。
§6.97.4προσπεσόντες οὖν αὐτοῖς τοιούτῳ τρόπῳ ἀτακτότερον καὶ μάχῃ νικηθέντες οἱ Συρακόσιοι ἐπὶ ταῖς Ἐπιπολαῖς ἀνεχώρησαν ἐς τὴν πόλιν·
因此,叙古人在这种情况下以较为混乱的状态向他们发起攻击,在埃皮波莱的战斗中被击败,退回城内。
καὶ ὅ τε Διόμιλος ἀποθνῄσκει καὶ τῶν ἄλλων ὡς τριακόσιοι.
迪奥米洛斯阵亡,其余人中也有约三百人丧生。
§6.97.5καὶ μετὰ τοῦτο οἱ Ἀθηναῖοι τροπαῖόν τε στήσαντες καὶ τοὺς νεκροὺς ὑποσπόνδους ἀποδόντες τοῖς Συρακοσίοις, πρὸς τὴν πόλιν αὐτὴν τῇ ὑστεραίᾳ ἐπικαταβάντες, ὡς οὐκ ἐπεξῇσαν αὐτοῖς, ἐπαναχωρήσαντες φρούριον ἐπὶ τῷ Λαβδάλῳ ᾠκοδόμησαν, ἐπ’ ἄκροις τοῖς κρημνοῖς τῶν Ἐπιπολῶν, ὁρῶν πρὸς τὰ Μέγαρα, ὅπως εἴη αὐτοῖς, ὁπότε προΐοιεν ἢ μαχούμενοι ἢ τειχιοῦντες, τοῖς τε σκεύεσι καὶ τοῖς χρήμασιν ἀποθήκη.
此后,雅典人树立了胜利纪念碑,并根据停战协定将尸体归还给叙拉古人。 第二天,他们向下逼近城市本身,但见叙拉古人不肯出城迎战,便退了回去,在拉布达隆建造了一座要塞。 该要塞位于埃皮波莱悬崖的边缘,朝向麦加拉,以便在他们前进进行战斗或筑墙围城时,作为他们装备和资金的储存库。