Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §6.96.1-6.96.3

叙拉古布防埃皮波莱与选拔精兵

第 712 段,共 917 段 · 希腊语

内容简介

得知雅典人逼近后,叙拉古人决定防守战略要地埃皮波莱,并在河畔检阅军队,选拔了六百名精兵作为守备队。

§6.96.1καὶ οἱ Συρακόσιοι τοῦ αὐτοῦ θέρους, ὡς ἐπύθοντο τούς [τε] ἱππέας ἥκοντας τοῖς Ἀθηναίοις καὶ μέλλοντας ἤδη ἐπὶ σφᾶς ἰέναι, νομίσαντες, ἐὰν μὴ τῶν Ἐπιπολῶν κρατήσωσιν οἱ Ἀθηναῖοι, χωρίου ἀποκρήμνου τε καὶ ὑπὲρ τῆς πόλεως εὐθὺς κειμένου, οὐκ ἂν ῥᾳδίως σφᾶς, οὐδ’ εἰ κρατοῖντο μάχῃ, ἀποτειχισθῆναι, διενοοῦντο τὰς προσβάσεις αὐτῶν φυλάσσειν, ὅπως μὴ κατὰ ταύτας λάθωσι σφᾶς ἀναβάντες οἱ πολέμιοι· οὐ γὰρ ἂν ἄλλῃ γε αὐτοὺς δυνηθῆναι.
在同一个夏天,叙拉古人获悉雅典人的骑兵已经抵达,并且已经准备向他们进攻。 他们认为,除非雅典人占领埃皮波莱——那是一个地势陡峭且直接位于城市上方的险要之地——否则即使叙拉古人在战斗中失败,也不至于轻易被筑墙合围。 因此,他们决定防守那些通道,以免敌人乘机暗中登上来,因为敌人不可能从其他途径登上来。
§6.96.2ἐξήρτηται γὰρ τὸ ἄλλο χωρίον, καὶ μέχρι τῆς πόλεως ἐπικλινές τ’ ἐστὶ καὶ ἐπιφανὲς πᾶν ἔσω· καὶ ὠνόμασται ὑπὸ τῶν Συρακοσίων διὰ τὸ ἐπιπολῆς τοῦ ἄλλου εἶναι Ἐπιπολαί.
因为其余的地方地势陡峭,一直向城市倾斜,从城内可以一览无余;由于该地位于其他地方之上,故被叙拉古人命名为“埃皮波莱”。
§6.96.3καὶ οἱ μὲν ἐξελθόντες πανδημεὶ ἐς τὸν λειμῶνα παρὰ τὸν Ἄναπον ποταμὸν ἅμα τῇ ἡμέρᾳ (ἐτύγχανον γὰρ αὐτοῖς καὶ οἱ περὶ τὸν Ἑρμοκράτη στρατηγοὶ ἄρτι παρειληφότες τὴν ἀρχήν) ἐξέτασίν τε ὅπλων ἐποιοῦντο καὶ ἑξακοσίους λογάδας τῶν ὁπλιτῶν ἐξέκριναν πρότερον, ὧν ἦρχε Διόμιλος φυγὰς ἐξ Ἄνδρου, ὅπως τῶν τε Ἐπιπολῶν εἶεν φύλακες, καὶ ἢν ἐς ἄλλο τι δέῃ, ταχὺ ξυνεστῶτες παραγίγνωνται.
于是,他们在黎明时分全体出动,来到阿纳波斯河畔的草地上(当时赫尔莫克拉底等将军刚刚接管政权),举行了武器装备的检阅,并预先在重装步兵中选拔了六百名精兵,由来自安德罗斯的流亡者迪奥米洛斯指挥,以便让他们看守埃皮波莱,并在其他地方有需要时,能迅速集结并前往驰援。

词汇与语法注释

  1. §6.96.1οὐκ ἂν ῥᾳδίως σφᾶς, οὐδ’ εἰ κρατοῖντο μάχῃ, ἀποτειχισθῆναι — 依附于分词 νομίσαντες 的宾格加不定式结构(间接引语)。反身代词 σφᾶς 作不定式的生发主语,指代主句主语(叙拉古人)。从句 οὐδ’ εἰ κρατοῖντο μάχῃ(“即使他们[雅典人]在战斗中获胜”)是插入其中的条件从句,使用希求法过去时。
  2. §6.96.1οὐ γὰρ ἂν ἄλλῃ γε αὐτοὺς δυνηθῆναι — 不定式 δυνηθῆναι 延续了受 νομίσαντες(或暗示的认为/说话动词)支配的间接引语,对应直接引语中带有 ἄν 的潜在希求法(οὐ γὰρ ἂν ἄλλῃ γε δυνηθεῖεν,“因为他们不可能从其他途径做到”)。宾格主语 αὐτούς 指代敌人(雅典人)。
  3. §6.96.2ἔσω — 副词,意为“从内侧(即城内)”,描述了埃皮波莱的整个斜坡对于身处叙拉古城内的人来说是如何完全可见的。
  4. §6.96.3ἐτύγχανον γὰρ αὐτοῖς καὶ οἱ περὶ τὸν Ἑρμοκράτη στρατηγοὶ ἄρτι παρειληφότες τὴν ἀρχήν — 动词 τυγχάνω 与分词 παρειληφότες 连用,表示“恰好/刚刚发生某事”。与格 αὐτοῖς 是利益与格或伦理与格,指这件事发生于叙拉古人之中。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §6.96.1-6.96.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:6.96.1-6.96.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。