§6.9.1‘ἡ μὲν ἐκκλησία περὶ παρασκευῆς τῆς ἡμετέρας ἥδε ξυνελέγη, καθ’ ὅτι χρὴ ἐς Σικελίαν ἐκπλεῖν·
“这次公民大会确实是为我们的准备工作以及如何向西西里起航而召开的。
ἐμοὶ μέντοι δοκεῖ καὶ περὶ αὐτοῦ τούτου ἔτι χρῆναι σκέψασθαι, εἰ ἄμεινόν ἐστιν ἐκπέμπειν τὰς ναῦς, καὶ μὴ οὕτω βραχείᾳ βουλῇ περὶ μεγάλων πραγμάτων ἀνδράσιν ἀλλοφύλοις πειθομένους πόλεμον οὐ προσήκοντα ἄρασθαι.
然而,在我看来,我们仍应对这件事情本身进行考虑:派遣船只是否是更好的选择,而不是在关于重大事务的如此仓促的决议下,听信异族人的话,去承担一场不相干的战争。
§6.9.2καίτοι ἔγωγε καὶ τιμῶμαι ἐκ τοῦ τοιούτου καὶ ἧσσον ἑτέρων περὶ τῷ ἐμαυτοῦ σώματι ὀρρωδῶ, νομίζων ὁμοίως ἀγαθὸν πολίτην εἶναι ὃς ἂν καὶ τοῦ σώματός τι καὶ τῆς οὐσίας προνοῆται· μάλιστα γὰρ ἂν ὁ τοιοῦτος καὶ τὰ τῆς πόλεως δι’ ἑαυτὸν βούλοιτο ὀρθοῦσθαι.
虽说我个人能从这种事情中获得荣誉,且比其他人更少为自己的生命担心,因为我认为一个同样顾及自己生命和财产的人,也是一个好公民;因为这样的人最会为了自己而希望城邦的事务顺利发展。
ὅμως δὲ οὔτε ἐν τῷ πρότερον χρόνῳ διὰ τὸ προτιμᾶσθαι εἶπον παρὰ γνώμην οὔτε νῦν, ἀλλὰ ᾗ ἂν γιγνώσκω βέλτιστα, ἐρῶ.
然而,无论是在过去,我从未因受到重视而违背自己的信念发言,现在我也不会,而只会按照我认为最妥当的方式来说。
§6.9.3καὶ πρὸς μὲν τοὺς τρόπους τοὺς ὑμετέρους ἀσθενὴς ἄν μου ὁ λόγος εἴη, εἰ τά τε ὑπάρχοντα σῴζειν παραινοίην καὶ μὴ τοῖς ἑτοίμοις περὶ τῶν ἀφανῶν καὶ μελλόντων κινδυνεύειν·
面对你们的脾性,如果我劝你们保住现有的财产,不要为了看不见和未来的事物而拿眼前已有的东西去冒险,我的话将会是无力的。
ὡς δὲ οὔτε ἐν καιρῷ σπεύδετε οὔτε ῥᾴδιά ἐστι κατασχεῖν ἐφ’ ἃ ὥρμησθε, ταῦτα διδάξω.
但我将向你们说明:你们既不是在适当的时机急于求成,你们所热衷追求的目标也绝非轻易可以夺取。 ”