Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §6.86.1-6.86.5

邀请雅典的缘由与叙拉古的真正威胁

第 702 段,共 917 段 · 希腊语

内容简介

雅典使者提醒西西里人,当初他们邀请雅典的动机正是对叙拉古的恐惧,并指出真正值得警惕的是近在咫尺的叙拉古,而非雅典的驻军。

§6.86.1καὶ ὅτῳ ταῦτα μὴ δοκεῖ, αὐτὸ τὸ ἔργον ἐλέγχει.
对于不这么认为的人,事实本身就证明了这一点。
τὸ γὰρ πρότερον ἡμᾶς ἐπηγάγεσθε οὐκ ἄλλον τινὰ προσείοντες φόβον ἤ, εἰ περιοψόμεθα ὑμᾶς ὑπὸ Συρακοσίοις γενέσθαι, ὅτι καὶ αὐτοὶ κινδυνεύσομεν.
因为以前你们召集我们来,所提出的无非是这样一个恐惧:如果我们坐视你们落入叙拉古人的统治之下,我们自己也将面临危险。
§6.86.2καὶ νῦν οὐ δίκαιον, ᾧπερ καὶ ἡμᾶς ἠξιοῦτε λόγῳ πείθειν, τῷ αὐτῷ ἀπιστεῖν, οὐδ’ ὅτι δυνάμει μείζονι πρὸς τὴν τῶνδε ἰσχὺν πάρεσμεν ὑποπτεύεσθαι, πολὺ δὲ μᾶλλον τοῖσδε ἀπιστεῖν.
而现在,你们用以说服我们的那个同样的论点,你们自己却予以怀疑,这是不公正的;同样,因为我们带着更强大的力量来对抗这些人的势力,你们就怀疑我们,这也是不公正的,相反,你们更应该怀疑的是这些人。
§6.86.3ἡμεῖς μέν γε οὔτε ἐμμεῖναι δυνατοὶ μὴ μεθ’ ὑμῶν, εἴ τε καὶ γενόμενοι κακοὶ κατεργασαίμεθα, ἀδύνατοι κατασχεῖν διὰ μῆκός τε πλοῦ καὶ ἀπορίᾳ φυλακῆς πόλεων μεγάλων καὶ τῇ παρασκευῇ ἠπειρωτίδων·
因为我们,如果没有你们,甚至无法在此停留;即使我们背信弃义征服了你们,由于航程遥远,且难以看守庞大的城市,加之他们陆上势力的装备,我们也无法维持统治。
οἵδε δὲ οὐ στρατοπέδῳ, πόλει δὲ μείζονι τῆς ἡμετέρας παρουσίας ἐποικοῦντες ὑμῖν αἰεί τε ἐπιβουλεύουσι καὶ ὅταν καιρὸν λάβωσιν ἑκάστου, §6.86.4οὐκ ἀνιᾶσιν (ἔδειξαν δὲ καὶ ἄλλα ἤδη καὶ τὰ ἐς Λεοντίνους), καὶ νῦν τολμῶσιν ἐπὶ τοὺς ταῦτα κωλύοντας καὶ ἀνέχοντας τὴν Σικελίαν μέχρι τοῦδε μὴ ὑπ’ αὐτοὺς εἶναι παρακαλεῖν ὑμᾶς ὡς ἀναισθήτους.
而这些人并不是以一个暂时的军营,而是以一个比我们派遣的军队还要庞大的城市居住在你们身边,他们总是企图加害你们,一旦在任何事情上得到机会,他们就不会放过(这一点他们在其他事情上以及对莱翁蒂尼的事情上已经表现出来了)。 不仅如此,现在他们甚至厚颜无耻地,把你们当作无知之人,召集你们去反对那些阻止这一切、并支撑着西西里至今不落入他们手下的人。
§6.86.5πολὺ δὲ ἐπὶ ἀληθεστέραν γε σωτηρίαν ἡμεῖς ἀντιπαρακαλοῦμεν, δεόμενοι τὴν ὑπάρχουσαν ἀπ’ ἀλλήλων ἀμφοτέροις μὴ προδιδόναι, νομίσαι δὲ τοῖσδε μὲν καὶ ἄνευ ξυμμάχων αἰεὶ ἐφ᾽ ὑμᾶς ἑτοίμην διὰ τὸ πλῆθος εἶναι ὁδόν, ὑμῖν δ’ οὐ πολλάκις παρασχήσειν μετὰ τοσῆσδε ἐπικουρίας ἀμύνασθαι·
相反,我们向你们发出逆向召唤,以求获得远为真实的拯救。 我们请求你们不要背叛彼此间现有的双向安全,并且要认识到:对于那些人,即使没有盟友,由于人数众多,针对你们的道路也总是敞开的;而对于你们,与如此强大的援军一起防卫的机会绝不会经常出现。
ἣν εἰ τῷ ὑπόπτῳ ἢ ἄπρακτον ἐάσετε ἀπελθεῖν ἢ καὶ σφαλεῖσαν, ἔτι βουλήσεσθε καὶ πολλοστὸν μόριον αὐτῆς ἰδεῖν, ὅτε οὐδὲν ἔτι περανεῖ παραγενόμενον ὑμῖν.
如果由于怀疑,你们让这支军队一无所成地撤走,甚至遭受挫败,那么将来你们甚至会渴望能看到它的千万分之一,但到那时,即使它来到你们身边,也再无法发挥任何作用了。

词汇与语法注释

  1. 6.86.1ὅτι καὶ αὐτοὶ κινδυνεύσομεν — 连词 ὅ提 引导一个同位语从句,具体解释前文的名词 φόβον(或 ἤ 之后的内容),作为条件从句 εἰ περιοψόμεθα...(如果我们坐视……)的归结从句。
  2. 6.86.3τῇ παρασκευῇ ἠπειρωτίδων — ἠπειρωτίδων 是阴性形容词 ἠπειρῶτις(陆地的、大陆的)的属格复数形式,指西西里岛内城邦的“陆上军事准备”。这与雅典的“海上力量”形成对比,被列为雅典无法维持远程统治的根据。
  3. 6.86.5παρασχήσειν — 这是非人称动词 παρέχει(提供机会)的将来不定式,省略了主语(如 ὁ καιρός“机会”)。它作为不定式受 νομίσαι(认为)的支配。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §6.86.1-6.86.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:6.86.1-6.86.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。