Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §6.85.1-6.85.3

帝国利益与分化统治以抗衡叙拉古

第 701 段,共 917 段 · 希腊语

内容简介

雅典使节阐明了符合帝国利益的行动之合理性,并以多样化支配爱琴海盟友为例,指出在西西里抵抗叙拉古的扩张符合雅典与当地城邦的共同利益。

§6.85.1ἀνδρὶ δὲ τυράννῳ ἢ πόλει ἀρχὴν ἐχούσῃ οὐδὲν ἄλογον ὅτι ξυμφέρον οὐδ’ οἰκεῖον ὅτι μὴ πιστόν·
“对于独裁者或拥有帝国的城邦来说,只要有利,就没有什么是不合理的;只要不可信,就没有什么人是亲人。
πρὸς ἕκαστα δὲ δεῖ ἢ ἐχθρὸν ἢ φίλον μετὰ καιροῦ γίγνεσθαι.
在不同的时候,必须根据适宜的时机或成为敌人或成为朋友。
καὶ ἡμᾶς τοῦτο ὠφελεῖ ἐνθάδε, οὐκ ἢν τοὺς φίλους κακώσωμεν, ἀλλ’ ἢν οἱ ἐχθροὶ διὰ τὴν τῶν φίλων ῥώμην ἀδύνατοι ὦσιν.
而这一点在本地对我们有利,这并非通过伤害我们的盟友,而是通过盟友的强大使敌人无能为力。
§6.85.2ἀπιστεῖν δὲ οὐ χρή· καὶ γὰρ τοὺς ἐκεῖ ξυμμάχους ὡς ἕκαστοι χρήσιμοι ἐξηγούμεθα, Χίους μὲν καὶ Μηθυμναίους νεῶν παροκωχῇ αὐτονόμους, τοὺς δὲ πολλοὺς χρημάτων βιαιότερον φορᾷ, ἄλλους δὲ καὶ πάνυ ἐλευθέρως ξυμμαχοῦντας, καίπερ νησιώτας ὄντας καὶ εὐλήπτους, διότι ἐν χωρίοις ἐπικαίροις εἰσὶ περὶ τὴν Πελοπόννησον.
你们不应怀疑这一点;因为我们也是根据我们那里的盟友各自有用的方式来引导他们的:基奥斯人和米蒂姆纳人通过提供船只保持独立,大多数人则通过较为强制的方式缴纳贡金,而其他人,尽管他们是岛民且易于攻取,但由于处于伯罗奔尼撒周围的要地,因此作为完全自由的盟友而存在。
§6.85.3ὥστε καὶ τἀνθάδε εἰκὸς πρὸς τὸ λυσιτελοῦν, καὶ ὃ λέγομεν, ἐς Συρακοσίους δέος καθίστασθαι.
因此,本地的事务自然也应该符合我们的利益,并且正如我们所说,根据对叙拉古人的警惕来加以安排。
ἀρχῆς γὰρ ἐφίενται ὑμῶν καὶ βούλονται ἐπὶ τῷ ἡμετέρῳ ξυστήσαντες ὑμᾶς ὑπόπτῳ, βίᾳ ἢ καὶ κατ’ ἐρημίαν, ἀπράκτων ἡμῶν ἀπελθόντων, αὐτοὶ ἄρξαι τῆς Σικελίας.
因为他们企图统治你们,并企图利用对我们的怀疑将你们集结起来,以便在我们一无所成地撤走后,通过武力或在你们孤立无援的情况下,由他们自己统治西西里。
ἀνάγκη δέ, ἢν ξυστῆτε πρὸς αὐτούς· οὔτε γὰρ ἡμῖν ἔτι ἔσται ἰσχὺς τοσαύτη ἐς ἓν ξυστᾶσα εὐμεταχείριστος, οὔθ’ οἵδ’ ἀσθενεῖς ἂν ἡμῶν μὴ παρόντων πρὸς ὑμᾶς εἶεν.
如果你们与他们联合,这便是必然的结果;因为一旦集结成一体,这股庞大的势力对我们来说就将不再易于对付,而在我们缺席的情况下,这些人对你们来说也绝非弱者。 ”

词汇与语法注释

  1. 6.85.1οὐδὲν ἄλογον ὅτι ξυμφέρον — 此处的 ὅ用作不定关系代词 ὅ,τι,意为“凡是有利的事情(都是合理的)”。虽然在字面上也可以解释为连词 ὅτι(“即……的事实”),但这样会破坏与后半句 οὐδ’ οἰκεῖον ὅτι μὴ πιστόν 之间的句法对称性,因此视作不定关系代词更为合理。
  2. 6.85.2νεῶν παροκωχῇ — 名词 παροκωχή(提供、供给)的与格形式,表示手段或条件,意为“通过提供船只”。这与后面表示缴纳贡金的与格短语 χρημάτων φορᾷ 构成了结构上的平行对照。
  3. 6.85.3ἀνάγκη δέ, ἢν ξυστῆτε πρὸς αὐτούς — 这是一种省略句,在名词 ἀνάγκη 之后省略了系动词 ἐστί 以及由上下文推导出的不定式(如 γενέσθαι“发生”或 δουλωθῆναι“被奴役”)。其意为“如果你们与他们联合,(被统治的结局)将是必然的”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §6.85.1-6.85.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:6.85.1-6.85.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。