§6.84.1‘ὑπολάβῃ δὲ μηδεὶς ὡς οὐδὲν προσῆκον ὑμῶν κηδόμεθα, γνοὺς ὅτι σῳζομένων ὑμῶν καὶ διὰ τὸ μὴ ἀσθενεῖς ὑμᾶς ὄντας ἀντέχειν Συρακοσίοις ἧσσον ἂν τούτων πεμψάντων τινὰ δύναμιν Πελοποννησίοις ἡμεῖς βλαπτοίμεθα.
“但请不要有人以为,我们在与你们毫无关联的情况下关怀你们,要知道,如果你们得以保全,并且由于你们没有变得软弱而能抵抗叙拉古人,他们就较少可能向佩洛帕尼索斯人派遣任何军队,我们所受到的损害也会减少。
§6.84.2καὶ ἐν τούτῳ προσήκετε ἤδη ἡμῖν τὰ μέγιστα.
在这一点上,你们已经与我们有着极大的利害关系。
διόπερ καὶ τοὺς Λεοντίνους εὔλογον κατοικίζειν μὴ ὑπηκόους ὥσπερ τοὺς ξυγγενεῖς αὐτῶν τοὺς ἐν Εὐβοίᾳ, ἀλλ’ ὡς δυνατωτάτους, ἵνα ἐκ τῆς σφετέρας ὅμοροι ὄντες τοῖσδε ὑπὲρ ἡμῶν λυπηροὶ ὦσιν.
因此,重建莱翁蒂尼,使其不至于像他们在外波埃亚的同族那样成为附庸,而是尽可能强大,这才是合乎情理的,以便他们能从自己的领土上作为邻国,为了我们的利益而给这些人(叙拉古人)制造麻烦。
§6.84.3τὰ μὲν γὰρ ἐκεῖ καὶ αὐτοὶ ἀρκοῦμεν πρὸς τοὺς πολεμίους, καὶ ὁ Χαλκιδεύς, ὃν ἀλόγως ἡμᾶς φησὶ δουλωσαμένους τοὺς ἐνθάδε ἐλευθεροῦν, ξύμφορος ἡμῖν ἀπαράσκευος ὢν καὶ χρήματα μόνον φέρων, τὰ δὲ ἐνθάδε καὶ Λεοντῖνοι καὶ οἱ ἄλλοι φίλοι ὅτι μάλιστα αὐτονομούμενοι.
因为在彼处的事务上,我们自身就足以对抗敌人,而彼处的卡尔基斯人——即对方使节所说我们不合逻辑地加以奴役却在这里释放其同族的那群人——因为没有武装、仅向我们缴纳贡金而对我们有利;但在本地的事务上,莱翁蒂尼人和其他盟友则是尽可能保持独立才对我们最有利。 ”