§6.80.1ὥστε οὐχ ἁθρόους γε ὄντας εἰκὸς ἀθυμεῖν, ἰέναι δὲ ἐς τὴν ξυμμαχίαν προθυμότερον, ἄλλως τε καὶ ἀπὸ Πελοποννήσου παρεσομένης ὠφελίας, οἳ τῶνδε κρείσσους εἰσὶ τὸ παράπαν τὰ πολέμια·
因此,当我们团结一致时,没有理由感到气馁,反而应当更加积极地加入这一同盟,尤其是因为我们还将得到来自伯罗奔尼撒的援助,他们在军事上完全优于这些雅典人。
καὶ μὴ ἐκείνην τὴν προμηθίαν δοκεῖν τῳ ἡμῖν μὲν ἴσην εἶναι, ὑμῖν δὲ ἀσφαλῆ, τὸ μηδετέροις δὴ ὡς καὶ ἀμφοτέρων ὄντας ξυμμάχους βοηθεῖν.
切勿让任何人认为那种所谓的“谨慎策略”——即以双方同盟国的名义对任何一方都不予援助——对我们是公平的,对你们是安全的。
§6.80.2οὐ γὰρ ἔργῳ ἴσον ὥσπερ τῷ δικαιώματί ἐστιν.
因为这在实际上并不像在名义上那样公平。
εἰ γὰρ δι’ ὑμᾶς μὴ ξυμμαχήσαντας ὅ τε παθὼν σφαλήσεται καὶ ὁ κρατῶν περιέσται, τί ἄλλο ἢ τῇ αὐτῇ ἀπουσίᾳ τοῖς μὲν οὐκ ἠμύνατε σωθῆναι, τοὺς δὲ οὐκ ἐκωλύσατε κακοὺς γενέσθαι;
如果因为你们不参与结盟,受害者倒下而获胜者占据优势,你们以同样的缺席,难道不正是既没有帮助前者得救,又没有阻止后者行恶吗?
καίτοι κάλλιον τοῖς ἀδικουμένοις καὶ ἅμα ξυγγενέσι προσθεμένους τήν τε κοινὴν ὠφελίαν τῇ Σικελίᾳ φυλάξαι καὶ τοὺς Ἀθηναίους φίλους δὴ ὄντας μὴ ἐᾶσαι ἁμαρτεῖν.
然而,站在受委屈的同族人一边,共同维护西西里的整体安全,同时不让确实是你们朋友的雅典人犯下罪行,这才是高尚得多的做法。
§6.80.3‘ξυνελόντες τε λέγομεν οἱ Συρακόσιοι ἐκδιδάσκειν μὲν οὐδὲν ἔργον εἶναι σαφῶς οὔτε ὑμᾶς οὔτε τοὺς ἄλλους περὶ ὧν αὐτοὶ οὐδὲν χεῖρον γιγνώσκετε·
“总之,我们叙拉古人要说:无论是对你们还是对其他人,对于你们自己同样了解得很清楚的事情,我们无需多作解释。
δεόμεθα δὲ καὶ μαρτυρόμεθα ἅμα, εἰ μὴ πείσομεν, ὅτι ἐπιβουλευόμεθα μὲν ὑπὸ Ἰώνων αἰεὶ πολεμίων, προδιδόμεθα δὲ ὑπὸ ὑμῶν Δωριῆς Δωριῶν.
但我们向你们恳求,并同时作证,如果我们不能说服你们,那么我们正在遭到我们永恒的敌人伊奥尼亚人的阴谋暗算,而你们作为多利安人,正在背叛我们这些同为多利安人的人。
§6.80.4καὶ εἰ καταστρέψονται ἡμᾶς Ἀθηναῖοι, ταῖς μὲν ὑμετέραις γνώμαις κρατήσουσι, τῷ δ᾽ αὑτῶν ὀνόματι τιμηθήσονται, καὶ τῆς νίκης οὐκ ἄλλον τινὰ ἆθλον ἢ τὸν τὴν νίκην παρασχόντα λήψονται·
如果雅典人征服了我们,他们将凭借你们的决定而获得胜利,但获得荣誉的将是他们自己的名字,而且他们夺取的胜利奖品,将不是别人,恰恰是那个为他们提供胜利的人。
καὶ εἰ αὖ ἡμεῖς περιεσόμεθα, τῆς αἰτίας τῶν κινδύνων οἱ αὐτοὶ τὴν τιμωρίαν ὑφέξετε.
而如果我们最终幸存下来,那么作为这些危险的制造者,你们自己也将承担应有的惩罚。
§6.80.5σκοπεῖτε οὖν καὶ αἱρεῖσθε ἤδη ἢ τὴν αὐτίκα ἀκινδύνως δουλείαν ἢ κἂν περιγενόμενοι μεθ’ ἡμῶν τούσδε τε μὴ αἰσχρῶς δεσπότας λαβεῖν καὶ τὴν πρὸς ἡμᾶς ἔχθραν μὴ ἂν βραχεῖαν γενομένην διαφυγεῖν.
因此,你们现在就权衡并选择吧:是选择没有危险的眼前奴役,还是与我们一起幸存下来,从而避免耻辱地接受这些人作为主人,并避开我们之间绝不会是短期内结束的敌对关系。
’
”