§6.79.1‘Δειλίᾳ δὲ ἴσως τὸ δίκαιον πρός τε ἡμᾶς καὶ πρὸς τοὺς ἐπιόντας θεραπεύσετε, λέγοντες ξυμμαχίαν εἶναι ὑμῖν πρὸς Ἀθηναίους·
“但或许,出于懦弱,你们会试图在我们和入侵者面前都维持所谓的正义,声称你们与雅典人结有同盟。
ἥν γε οὐκ ἐπὶ τοῖς φίλοις ἐποιήσασθε, τῶν δὲ ἐχθρῶν ἤν τις ἐφ’ ὑμᾶς ἴῃ, καὶ τοῖς γε Ἀθηναίοις βοηθεῖν, ὅταν ὑπ’ ἄλλων καὶ μὴ αὐτοὶ ὥσπερ νῦν τοὺς πέλας ἀδικῶσιν,
然而,你们缔结这一同盟并非为了针对自己的朋友,而是为了在有敌人向你们进攻时进行自卫,并且只有在雅典人受到他人侵犯时才去援助他们,而不是在他们自己像现在这样侵犯邻国时去援助他们。
§6.79.2ἐπεὶ οὐδ’ οἱ Ῥηγῖνοι ὄντες Χαλκιδῆς Χαλκιδέας ὄντας Λεοντίνους ἐθέλουσι ξυγκατοικίζειν.
因为即使是雷吉翁人,尽管他们是卡尔基斯人,也不愿意帮助同为卡尔基斯人的雷翁提诺人重建家园。
καὶ δεινὸν εἰ ἐκεῖνοι μὲν τὸ ἔργον τοῦ καλοῦ δικαιώματος ὑποπτεύοντες ἀλόγως σωφρονοῦσιν, ὑμεῖς δ’ εὐλόγῳ προφάσει τοὺς μὲν φύσει πολεμίους βούλεσθε ὠφελεῖν, τοὺς δὲ ἔτι μᾶλλον φύσει ξυγγενεῖς μετὰ τῶν ἐχθίστων διαφθεῖραι.
令人愤慨的是,他们因怀疑那冠冕堂皇的正义的实际用意,从而在表面上无理可循的情况下保持了明智的审慎;而你们却借着冠冕堂皇的借口,宁愿去帮助那些天生的敌人,并与最可憎的仇敌联手,去消灭那些在天性上与你们更为亲近的同族。
§6.79.3ἀλλ’ οὐ δίκαιον, ἀμύνειν δὲ καὶ μὴ φοβεῖσθαι τὴν παρασκευὴν αὐτῶν·
但这并不公正;相反,击退他们并且不畏惧他们的军备才是公正的。
οὐ γὰρ ἢν ἡμεῖς ξυστῶμεν πάντες δεινή ἐστιν, ἀλλ’ ἤν, ὅπερ οὗτοι σπεύδουσι, τἀναντία διαστῶμεν, ἐπεὶ οὐδὲ πρὸς ἡμᾶς μόνους ἐλθόντες καὶ μάχῃ περιγενόμενοι ἔπραξαν ἃ ἐβούλοντο, ἀπῆλθον δὲ διὰ τάχους.
因为如果我们大家团结一致,他们的军备就并不可怕;但如果我们像他们所极力企图的那样,反而分裂对立,那才可怕。 事实上,即使在他们仅向我们单独发起进攻并在战斗中获胜时,他们也未能达到目的,反而行色匆匆地撤走了。 ”