§6.70.1γενομένης δ’ ἐν χερσὶ τῆς μάχης ἐπὶ πολὺ ἀντεῖχον ἀλλήλοις, καὶ ξυνέβη βροντάς τε ἅμα τινὰς γενέσθαι καὶ ἀστραπὰς καὶ ὕδωρ πολύ, ὥστε τοῖς μὲν πρῶτον μαχομένοις καὶ ἐλάχιστα πολέμῳ ὡμιληκόσι καὶ τοῦτο ξυνεπιλαβέσθαι τοῦ φόβου, τοῖς δ’ ἐμπειροτέροις τὰ μὲν γιγνόμενα καὶ ὥρᾳ ἔτους περαίνεσθαι δοκεῖν, τοὺς δὲ ἀνθεστῶτας πολὺ μείζω ἔκπληξιν μὴ νικωμένους παρέχειν.
当战斗进入白兵战时,他们互相抗衡了很久。 此时恰逢雷鸣、闪电与暴雨交加,结果对于那些初次参战、极少经历战争的人来说,这也成了增加恐惧的因素;但对于更有经验的人来说,所发生的天象似乎只是因季节时令而自然产生的,反倒是对手没有被打败、依然坚守阵地,给他们带来了远为巨大的震惊。
§6.70.2ὠσαμένων δὲ τῶν Ἀργείων πρῶτον τὸ εὐώνυμον κέρας τῶν Συρακοσίων καὶ μετ’ αὐτοὺς τῶν Ἀθηναίων τὸ κατὰ σφᾶς αὐτούς, παρερρήγνυτο ἤδη καὶ τὸ ἄλλο στράτευμα τῶν Συρακοσίων καὶ ἐς φυγὴν κατέστη.
当阿尔戈斯人首先击退了叙拉古军的左翼,随后雅典人也击退了自己正面的敌人时,叙拉古人的其余军队也已开始瓦解,并陷入了溃逃。
§6.70.3καὶ ἐπὶ πολὺ μὲν οὐκ ἐδίωξαν οἱ Ἀθηναῖοι (οἱ γὰρ ἱππῆς τῶν Συρακοσίων πολλοὶ ὄντες καὶ ἀήσσητοι εἶργον, καὶ ἐσβαλόντες ἐς τοὺς ὁπλίτας αὐτῶν, εἴ τινας προδιώκοντας ἴδοιεν, ἀνέστελλον), ἐπακολουθήσαντες δὲ ἁθρόοι ὅσον ἀσφαλῶς εἶχε πάλιν ἐπανεχώρουν καὶ τροπαῖον ἵστασαν.
雅典人并没有追击很远(因为叙拉古人的骑兵人数众多且未被击败,阻挡了他们,并突入雅典的重装步兵中,一旦发现有人超前追击,便予以击退);然而,他们整队尾随追击至安全的限度后,便转回并树立了战胜纪念碑。
§6.70.4οἱ δὲ Συρακόσιοι ἁθροισθέντες ἐς τὴν Ἑλωρίνην ὁδὸν καὶ ὡς ἐκ τῶν παρόντων ξυνταξάμενοι ἔς τε τὸ Ὀλυμπιεῖον ὅμως σφῶν αὐτῶν παρέπεμψαν φυλακήν, δείσαντες μὴ οἱ Ἀθηναῖοι τῶν χρημάτων ἃ ἦν αὐτόθι κινήσωσι, καὶ οἱ λοιποὶ ἐπανεχώρησαν ἐς τὴν πόλιν.
而叙拉古人在赫罗洛斯公路上集结,并在当时的情况下尽力整顿好队列,尽管如此,他们还是从自己人中派出一支守卫队前往奥林匹亚神殿,因为他们担心雅典人会掠夺那里的财宝,而其余的人则撤回了城内。