Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §6.68.1-6.68.4

尼基阿斯强调军力优势与背水一战的演说

第 684 段,共 917 段 · 希腊语

内容简介

尼基阿斯通过强调己方精锐部队同盟军的实力,并指出西西里人军事技能的不足来鼓舞士气。他进一步阐明在没有退路的异国作战略胜的绝对必要性,号召士兵们英勇作战。

§6.68.1‘Πολλῇ μὲν παραινέσει, ὦ ἄνδρες, τί δεῖ χρῆσθαι, οἳ πάρεσμεν ἐπὶ τὸν αὐτὸν ἀγῶνα;
“诸位,对于我们这些为了同一场斗争而聚集在这里的人,何需多加劝勉?
αὐτὴ γὰρ ἡ παρασκευὴ ἱκανωτέρα μοι δοκεῖ εἶναι θάρσος παρασχεῖν ἢ καλῶς λεχθέντες λόγοι μετὰ ἀσθενοῦς στρατοπέδου.
因为在我看来,比起一支弱小的军队配上华丽的辞藻,我们自身的军事准备本身就更足以提供信心。
§6.68.2ὅπου γὰρ Ἀργεῖοι καὶ Μαντινῆς καὶ Ἀθηναῖοι καὶ νησιωτῶν οἱ πρῶτοί ἐσμεν, πῶς οὐ χρὴ μετὰ τοιῶνδε καὶ τοσῶνδε ξυμμάχων πάντα τινὰ μεγάλην τὴν ἐλπίδα τῆς νίκης ἔχειν, ἄλλως τε καὶ πρὸς ἄνδρας πανδημεί τε ἀμυνομένους καὶ οὐκ ἀπολέκτους ὥσπερ καὶ ἡμᾶς, καὶ προσέτι Σικελιώτας, οἳ ὑπερφρονοῦσι μὲν ἡμᾶς, ὑπομενοῦσι δ’ οὔ, διὰ τὸ τὴν ἐπιστήμην τῆς τόλμης ἥσσω ἔχειν.
因为既然我们之中有阿尔戈斯人、曼提尼亚人、雅典人和岛屿民的精锐,那么在拥有如此之多且如此优秀的盟友的情况下,谁能不怀有胜利的巨大希望呢? 更何况,我们所面对的人,只是全员动员起来防守、而非像我们这样选拔出来的精兵,而且他们还是西西里人,虽然他们蔑视我们,却绝不会坚守阵地,因为他们的军事技能远不及他们的蛮勇。
§6.68.3παραστήτω δέ τινι καὶ τόδε, πολύ τε ἀπὸ τῆς ἡμετέρας αὐτῶν εἶναι καὶ πρὸς γῇ οὐδεμιᾷ φιλίᾳ, ἥντινα μὴ αὐτοὶ μαχόμενοι κτήσεσθε.
此外,每个人也当记住这一点:我们远离了自己的家园,并且除非靠我们自己战斗去争取,否则周围没有任何友好的土地。
καὶ τοὐναντίον ὑπομιμνῄσκω ὑμᾶς ἢ οἱ πολέμιοι σφίσιν αὐτοῖς εὖ οἶδ’ ὅτι παρακελεύονται· οἱ μὲν γὰρ ὅτι περὶ πατρίδος ἔσται ὁ ἀγών, ἐγὼ δὲ ὅτι οὐκ ἐν πατρίδι, ἐξ ἧς κρατεῖν δεῖ ἢ μὴ ῥᾳδίως ἀποχωρεῖν· οἱ γὰρ ἱππῆς πολλοὶ ἐπικείσονται.
我还要提醒你们一件与敌人的自我鼓舞(我深知这一点)完全相反的事:因为他们认为这场斗争是为了祖国,而我则认为我们是在异国作战,从那里我们必须战胜,否则就无法轻易撤退,因为敌人的大量骑兵将会紧追不舍。
§6.68.4τῆς τε οὖν ὑμετέρας αὐτῶν ἀξίας μνησθέντες ἐπέλθετε τοῖς ἐναντίοις προθύμως, καὶ τὴν παροῦσαν ἀνάγκην καὶ ἀπορίαν φοβερωτέραν ἡγησάμενοι τῶν πολεμίων.
因此,你们要记住自己的尊严,勇敢地向敌人发起进攻,并把眼前的迫切需要和困境看得比敌人更为可怕。

词汇与语法注释

  1. §6.68.1Πολλῇ μὲν παραινέσει... τί δεῖ χρῆσθαι — 与格 `Πολλῇ μὲν παραινέσει` 是不定式 `χρῆσθαι`(源自 `χράομαι`,“使用”)的宾语,置于句首以示强调。该句型由 `τί δεῖ`(“何需”)支配不定式构成。
  2. §6.68.2διὰ τὸ τὴν ἐπιστήμην τῆς τόλμης ἥσσω ἔχειν — 介词 `διὰ` 支配冠词性不定式 `τὸ ... ἔχειν` 表示原因的结构。`ἔχειν` 的逻辑主语(西西里人)被省略,其直接宾语是 `τὴν ἐπιστήμην`(“技能”),`ἥσσω` 是宾语补足语(“较差的”)。属格 `τῆς τόλμης` 是依附于比较级 `ἥσσω` 的比较属格。整句意为“因为他们的技术不及他们的蛮勇”。
  3. §6.68.3παραστήτω δέ τινι καὶ τόδε — `παραστήτω` 是 `παρίστημι` 的主动语态单数第三人称 过去不定时(Aorist)命令式,作不及物动词用(“让……浮现在脑海/被记住”),支配与格 `τινι`(“某人”=“每个人”)。指示代词 `τόδε` 是主语,其具体内容由后面紧跟的“对格+不定式”从句 `πολύ τε ... εἶναι` 作同格说明。
  4. §6.68.3καὶ τοὐναντίον ὑπομιμνῄσκω ὑμᾶς ἢ οἱ πολέμιοι — `ὑπομιμνῄσκω` 支配双重对格(“使某人想起某事”),此处 `ὑμᾶς`(人)和 `τοὐναντίον`(事)均为对格。比较连词 `ἤ` 接在表示“相反”的 `τοὐναντίον` 后面,构成“与敌人[所做的]相反”的比较句式。虽然敌人是在“鼓舞”(`παρακελεύονται`)自己,但尼基阿斯对部下则是用“提醒”(`ὑπομιμνῄσκω`)。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §6.68.1-6.68.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:6.68.1-6.68.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。