§6.67.1τῇ δ’ ὑστεραίᾳ οἱ Ἀθηναῖοι καὶ οἱ ξύμμαχοι παρεσκευάζοντο ὡς ἐς μάχην, καὶ ξυνετάξαντο ὧδε.
第二天,雅典人及其盟友做好了战斗准备,并按如下方式排兵布阵。
δεξιὸν μὲν κέρας Ἀργεῖοι εἶχον καὶ Μαντινῆς, Ἀθηναῖοι δὲ τὸ μέσον, τὸ δὲ ἄλλο οἱ ξύμμαχοι οἱ ἄλλοι.
阿尔戈斯人和曼提尼亚人占领右翼,雅典人居中,其余的盟友占领剩下的部分。
καὶ τὸ μὲν ἥμισυ αὐτοῖς τοῦ στρατεύματος ἐν τῷ πρόσθεν ἦν τεταγμένον ἐπὶ ὀκτώ, τὸ δὲ ἥμισυ ἐπὶ ταῖς εὐναῖς ἐν πλαισίῳ, ἐπὶ ὀκτὼ καὶ τοῦτο τεταγμένον·
他们军队的一半部署在前方,排成八列纵深;另一半则在宿营地附近排成方阵,同样排成八列纵深。
οἷς εἴρητο, ᾗ ἂν τοῦ στρατεύματός τι πονῇ μάλιστα, ἐφορῶντας παραγίγνεσθαι.
这后一半军队接到的命令是,一旦看到军队的任何部分陷入苦战,便前去增援。
καὶ τοὺς σκευοφόρους ἐντὸς τούτων τῶν ἐπιτάκτων ἐποιήσαντο.
他们将军队随从人员安置在这些预备队的内侧。
§6.67.2οἱ δὲ Συρακόσιοι ἔταξαν τοὺς μὲν ὁπλίτας πάντας ἐφ’ ἑκκαίδεκα, ὄντας πανδημεὶ Συρακοσίους καὶ ὅσοι ξύμμαχοι παρῆσαν (ἐβοήθησαν δὲ αὐτοῖς Σελινούντιοι μὲν μάλιστα, ἔπειτα δὲ καὶ Γελῴων ἱππῆς, τὸ ξύμπαν ἐς διακοσίους, καὶ Καμαριναίων ἱππῆς ὅσον εἴκοσι καὶ τοξόται ὡς πεντήκοντα), τοὺς δὲ ἱππέας ἐπετάξαντο ἐπὶ τῷ δεξιῷ, οὐκ ἔλασσον ὄντας ἢ διακοσίους καὶ χιλίους, παρὰ δ’ αὐτοὺς καὶ τοὺς ἀκοντιστάς.
叙拉古人则将所有的重装步兵排成十六列纵深,这些人包括全体动员的叙拉古人以及所有在场的盟友(其中塞利努斯人来援最多,其次是盖拉人的骑兵,共约二百骑,以及卡马里纳人的骑兵约二十骑,弓箭手约五十人);他们把骑兵部署在右翼,人数不少于一千二百骑,并在他们旁边部署了标枪兵。
§6.67.3μέλλουσι δὲ τοῖς Ἀθηναίοις προτέροις ἐπιχειρήσειν ὁ Νικίας κατά τε ἔθνη ἐπιπαριὼν ἕκαστα καὶ ξύμπασι τοιάδε παρεκελεύετο.
正当雅典人准备率先发起进攻时,尼基阿斯依次走到各族军队面前,并向全体将士作了如下的动员。