§6.66.1ἐν τούτῳ δ’ οἱ Ἀθηναῖοι, μακρᾶς οὔσης τῆς ὁδοῦ αὐτοῖς, καθ’ ἡσυχίαν καθῖσαν τὸ στράτευμα ἐς χωρίον ἐπιτήδειον, καὶ ἐν ᾧ μάχης τε ἄρξειν ἔμελλον ὁπότε βούλοιντο καὶ οἱ ἱππῆς τῶν Συρακοσίων ἥκιστ’ ἂν αὐτοὺς καὶ ἐν τῷ ἔργῳ καὶ πρὸ αὐτοῦ λυπήσειν·
在此期间,由于叙拉古人的路途遥远,雅典人得以安然地将军队安置在一处适宜的地方;在那里,他们可以在自己乐意的任何时候开始战斗,而且叙拉古的骑兵无论是在战斗中还是在战斗前都最不可能骚扰他们。
τῇ μὲν γὰρ τειχία τε καὶ οἰκίαι εἶργον καὶ δένδρα καὶ λίμνη, παρὰ δὲ τὸ κρημνοί.
因为在一侧,墙壁、房屋、树木和沼泽阻挡着敌军,而在另一侧则是悬崖。
§6.66.2καὶ τὰ ἐγγὺς δένδρα κόψαντες καὶ κατενεγκόντες ἐπὶ τὴν θάλασσαν παρά τε τὰς ναῦς σταύρωμα ἔπηξαν καὶ ἐπὶ τῷ Δάσκωνι ἔρυμά τι, ᾗ εὐεφοδώτατον ἦν τοῖς πολεμίοις, λίθοις λογάδην καὶ ξύλοις διὰ ταχέων ὤρθωσαν, καὶ τὴν τοῦ Ἀνάπου γέφυραν ἔλυσαν.
他们砍倒附近的树木并运到海边,在船只旁打下桩栅,并在最易受敌人进攻的达斯孔地带,用挑选出的石块和木材迅速筑起一道防御工事,同时还拆毁了阿纳波斯河上的桥梁。
§6.66.3παρασκευαζομένων δὲ ἐκ μὲν τῆς πόλεως οὐδεὶς ἐξιὼν ἐκώλυε, πρῶτοι δὲ οἱ ἱππῆς τῶν Συρακοσίων προσεβοήθησαν, ἔπειτα δὲ ὕστερον καὶ τὸ πεζὸν ἅπαν ξυνελέγη.
当他们进行这些准备工作时,城内没有人出来阻挠,但叙拉古的骑兵首先赶来增援,随后全体步兵也聚集起来。
καὶ προσῆλθον μὲν ἐγγὺς τοῦ στρατεύματος τῶν Ἀθηναίων τὸ πρῶτον, ἔπειτα δὲ ὡς οὐκ ἀντιπροῇσαν αὐτοῖς, ἀναχωρήσαντες καὶ διαβάντες τὴν Ἑλωρίνην ὁδὸν ηὐλίσαντο.
起初他们逼近雅典人的营地,但随后见雅典人没有出来迎战,便退了回去,渡过赫罗罗斯路并宿营。