§6.58.1ἀγγελθέντος δὲ Ἱππίᾳ ἐς τὸν Κεραμεικόν, οὐκ ἐπὶ τὸ γενόμενον, ἀλλ’ ἐπὶ τοὺς πομπέας τοὺς ὁπλίτας, πρότερον ἢ αἰσθέσθαι αὐτοὺς ἄπωθεν ὄντας, εὐθὺς ἐχώρησε, καὶ ἀδήλως τῇ ὄψει πλασάμενος πρὸς τὴν ξυμφορὰν ἐκέλευσεν αὐτούς, δείξας τι χωρίον, ἀπελθεῖν ἐς αὐτὸ ἄνευ τῶν ὅπλων.
消息传到在凯拉米克斯的希皮亚斯那里,他没有前往事发地点,而是直接走向参加游行的重装步兵,赶在他们因身处远处而发觉此事之前。 他掩饰住自己的表情,装作对这场灾祸若无其事的样子,指着某个地方,命令他们不带武器退到那里去。
§6.58.2καὶ οἱ μὲν ἀνεχώρησαν οἰόμενοί τι ἐρεῖν αὐτόν, ὁ δὲ τοῖς ἐπικούροις φράσας τὰ ὅπλα ὑπολαβεῖν ἐξελέγετο εὐθὺς οὓς ἐπῃτιᾶτο καὶ εἴ τις ηὑρέθη ἐγχειρίδιον ἔχων·
于是他们退了过去,以为他要对他们发表什么讲话;而希皮亚斯则吩咐雇佣兵们收缴这些武器,并立即把那些他所怀疑的人,以及任何被发现携带短剑的人挑选出来。
μετὰ γὰρ ἀσπίδος καὶ δόρατος εἰώθεσαν τὰς πομπὰς ποιεῖν.
因为他们通常是拿着盾和矛参加游行的。