Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §6.57.1-6.57.4

希帕科斯遇刺与刺客的下场

第 673 段,共 917 段 · 希腊语

内容简介

在泛雅典娜节当天,哈尔莫狄奥斯和阿里斯托革顿因害怕泄密而仓促行动,在城内刺杀了希帕科斯。哈尔莫狄奥斯当场被杀,阿里斯托革顿随后也被捕。

§6.57.1καὶ ὡς ἐπῆλθεν ἡ ἑορτή, Ἱππίας μὲν ἔξω ἐν τῷ Κεραμεικῷ καλουμένῳ μετὰ τῶν δορυφόρων διεκόσμει ὡς ἕκαστα ἐχρῆν τῆς πομπῆς προϊέναι, ὁ δὲ Ἁρμόδιος καὶ ὁ Ἀριστογείτων ἔχοντες ἤδη τὰ ἐγχειρίδια ἐς τὸ ἔργον προῇσαν.
节日到来时,希皮亚斯在城外所谓的凯拉米克斯,与卫兵们一起安排游行队伍的各部分应当如何前进;而哈尔莫狄奥斯和阿里斯托革顿当时已经手里拿着短剑,向行动地点走去。
§6.57.2καὶ ὡς εἶδόν τινα τῶν ξυνωμοτῶν σφίσι διαλεγόμενον οἰκείως τῷ Ἱππίᾳ (ἦν δὲ πᾶσιν εὐπρόσοδος ὁ Ἱππίας), ἔδεισαν καὶ ἐνόμισαν μεμηνῦσθαί τε καὶ ὅσον οὐκ ἤδη ξυλληφθήσεσθαι.
当他们看到他们的一位同谋者正与希皮亚斯亲密交谈时(因为希皮亚斯对所有人都是平易近人的),他们感到恐惧,并认为自己已被告发,几乎立刻就会被逮捕。
§6.57.3τὸν λυπήσαντα οὖν σφᾶς καὶ δι’ ὅνπερ πάντα ἐκινδύνευον ἐβούλοντο πρότερον, εἰ δύναιντο, προτιμωρήσασθαι, καὶ ὥσπερ εἶχον ὥρμησαν ἔσω τῶν πυλῶν, καὶ περιέτυχον τῷ Ἱππάρχῳ παρὰ τὸ Λεωκόρειον καλούμενον, καὶ εὐθὺς ἀπερισκέπτως προσπεσόντες καὶ ὡς ἂν μάλιστα δι’ ὀργῆς ὁ μὲν ἐρωτικῆς, ὁ δὲ ὑβρισμένος, ἔτυπτον καὶ ἀποκτείνουσιν αὐτόν.
因此,他们希望,如果可能的话,先向那个伤害了他们、并让他们为之冒一切风险的人复仇,于是他们就以当时的状态冲进城门之内,在所谓的雷奥科里翁旁碰到了希帕科斯;他们立即不顾后果地扑了上去,在极度的愤怒中——一个是因为恋爱上的愤怒,另一个是因为受到了侮辱——他们猛烈地击打他并杀死了他。
§6.57.4καὶ ὁ μὲν τοὺς δορυφόρους τὸ αὐτίκα διαφεύγει ὁ Ἀριστογείτων, ξυνδραμόντος τοῦ ὄχλου, καὶ ὕστερον ληφθεὶς οὐ ῥᾳδίως διετέθη· Ἁρμόδιος δὲ αὐτοῦ παραχρῆμα ἀπόλλυται.
阿里斯托革顿当时由于人群拥挤而暂时避开了卫兵,但后来被捕并受到了残酷的处置;而哈尔莫狄奥斯则当场立刻丧生。

词汇与语法注释

  1. §6.57.2ὅσον οὐκ ἤδη — 意为‘几乎立刻’、‘就在眼下’的惯用词组。此处修饰由 ἐνόμισαν 引导的将来被动不定式 ξυλληφθήσεσθαι,表示他们被捕已是迫在眉睫。
  2. §6.57.3ὡς ἂν μάλιστα — 一种省略了潜在希求法动词(带有 ἄν)的惯用表达,表示‘尽可能地’、‘在最大可能程度上’的强调。此处修饰介词短语 δι’ ὀργῆς(在愤怒中)。
  3. §6.57.3ὁ μὲν ἐρωτικῆς, ὁ δὲ ὑβρισμένος — 整体与部分的同格(主格同格),用于具体说明复数动词 ἔτυπτον 和 ἀποκτείνουσιν 的主语(即哈尔莫狄奥斯和阿里斯托革顿)。在 ἐρωτικῆς 之后省略了名词 ὀργῆς(承接前文的 δι’ ὀργῆς),而 ὑβρισμed 是主格分词,意为‘(作为)受侮辱的人’。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §6.57.1-6.57.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:6.57.1-6.57.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。