Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §6.56.1-6.56.3

哈尔莫狄奥斯等人在泛雅典娜节的暗杀图谋

第 672 段,共 917 段 · 希腊语

内容简介

因妹妹受到希帕科斯的侮辱,哈尔莫狄奥斯与阿里斯托革顿策划在大泛雅典娜节发动武装起义。为了安全,他们没有召集太多人,寄希望于起义爆发时其他武装公民会自发加入。

§6.56.1τὸν δ’ οὖν Ἁρμόδιον ἀπαρνηθέντα τὴν πείρασιν, ὥσπερ διενοεῖτο, προυπηλάκισεν·
于是,由于哈尔莫狄奥斯拒绝了他的引诱,[希帕科斯]便按他原先的意图侮辱了哈尔莫狄奥斯。
ἀδελφὴν γὰρ αὐτοῦ κόρην ἐπαγγείλαντες ἥκειν κανοῦν οἴσουσαν ἐν πομπῇ τινί, ἀπήλασαν λέγοντες οὐδὲ ἐπαγγεῖλαι τὴν ἀρχὴν διὰ τὸ μὴ ἀξίαν εἶναι.
他们先是邀请他的妹妹、一个年轻姑娘在某次游行中前来担任抬筐者,随后又把她赶走,声称他们起初根本没有邀请她,因为她不配。
§6.56.2χαλεπῶς δὲ ἐνεγκόντος τοῦ Ἁρμοδίου πολλῷ δὴ μᾶλλον δι’ ἐκεῖνον καὶ ὁ Ἀριστογείτων παρωξύνετο.
面对哈尔莫狄奥斯对此感到的痛苦,阿里斯托革顿因为他的缘故而更加愤怒。
καὶ αὐτοῖς τὰ μὲν ἄλλα πρὸς τοὺς ξυνεπιθησομένους τῷ ἔργῳ ἐπέπρακτο, περιέμενον δὲ Παναθήναια τὰ μεγάλα, ἐν ᾗ μόνον ἡμέρᾳ οὐχ ὕποπτον ἐγίγνετο ἐν ὅπλοις τῶν πολιτῶν τοὺς τὴν πομπὴν πέμψοντας ἁθρόους γενέσθαι·
他们与那些将要共同参与行动的人之间,其余的事情都已经准备就绪,只是在等待大泛雅典娜节。
καὶ ἔδει ἄρξαι μὲν αὐτούς, ξυνεπαμύνειν δὲ εὐθὺς τὰ πρὸς τοὺς δορυφόρους ἐκείνους.
因为只有在这一天,参加游行的公民集体武装集会才不会引起怀疑;而且必须由他们两人发起进攻,而其他人则应立即协助他们对付那些卫兵。
§6.56.3ἦσαν δὲ οὐ πολλοὶ οἱ ξυνομωμοκότες ἀσφαλείας ἕνεκα·
出于安全的考虑,参与密谋的人数并不多。
ἤλπιζον γὰρ καὶ τοὺς μὴ προειδότας, εἰ καὶ ὁποσοιοῦν τολμήσειαν, ἐκ τοῦ παραχρῆμα ἔχοντάς γε ὅπλα ἐθελήσειν σφᾶς αὐτοὺς ξυνελευθεροῦν.
因为他们寄希望于,即使只有极少数人敢于动手,那些事先毫不知情的人,由于当时手里有武器,也会在当场立即愿意共同解放自己。

词汇与语法注释

  1. §6.56.1τὴν ἀρχήν — 并非表示“统治”的名词宾格,而是与否定词 οὐδέ 连用、表示“根本”、“起初”的副词性宾格。在此处意为“起初根本没有邀请”。
  2. §6.56.2ἐν ᾗ μόνον ἡμέρᾳ — 先行词 ἡμέρᾳ 被吸收到关系代词 ᾗ 的从句中的结构(先行词同化)。意为“在举办大泛雅典娜节的唯一一天里”。
  3. §6.56.3σφᾶς αὐτούς — 不定式 ξυνελευθεροῦν 的宾语,是指向其逻辑主语“事先不知情的公民”(τοὺς μὴ προειδότας)的反身代词。意为“共同解放他们自己”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §6.56.1-6.56.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:6.56.1-6.56.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。