§6.55.1ὅτι δὲ πρεσβύτατος ὢν Ἱππίας ἦρξεν, εἰδὼς μὲν καὶ ἀκοῇ ἀκριβέστερον ἄλλων ἰσχυρίζομαι, γνοίη δ’ ἄν τις καὶ αὐτῷ τούτῳ·
至于最年长的希庇亚斯掌权统治一事,我是凭传闻比其他人更准确地了解后断言的,而人们也可以从以下这件事实中得知这一点:在嫡出兄弟中,似乎只有他生有子女。
παῖδες γὰρ αὐτῷ μόνῳ φαίνονται τῶν γνησίων ἀδελφῶν γενόμενοι, ὡς ὅ τε βωμὸς σημαίνει καὶ ἡ στήλη περὶ τῆς τῶν τυράννων ἀδικίας ἡ ἐν τῇ Ἀθηναίων ἀκροπόλει σταθεῖσα, ἐν ᾗ Θεσσαλοῦ μὲν οὐδ’ Ἱππάρχου οὐδεὶς παῖς γέγραπται, Ἱππίου δὲ πέντε, οἳ αὐτῷ ἐκ Μυρρίνης τῆς Καλλίου τοῦ Ὑπεροχίδου θυγατρὸς ἐγένοντο· εἰκὸς γὰρ ἦν τὸν πρεσβύτατον πρῶτον γῆμαι.
这由那座祭坛以及立于雅典卫城上关于僭主不义行为的碑铭所证实。 在这块石碑上,没有记录帖萨洛斯或希帕科斯的任何子女,却记录了希庇亚斯的五个子女,他们是乌佩罗奇德斯之子卡里阿斯的女儿米里涅为他所生的;因为最年长者最先结婚是合乎情理的。
§6.55.2καὶ ἐν τῇ αὐτῇ στήλῃ πρῶτος γέγραπται μετὰ τὸν πατέρα, οὐδὲ τοῦτο ἀπεοικότως διὰ τὸ πρεσβεύειν τε ἀπ’ αὐτοῦ καὶ τυραννεῦσαι.
而且在同一块石碑上,他的名字被排在父亲之后的首位,由于他是长子且实际担任过僭主,这一点也是顺理成章的。
§6.55.3οὐ μὴν οὐδ’ ἂν κατασχεῖν μοι δοκεῖ ποτὲ Ἱππίας τὸ παραχρῆμα ῥᾳδίως τὴν τυραννίδα, εἰ Ἵππαρχος μὲν ἐν τῇ ἀρχῇ ὢν ἀπέθανεν, αὐτὸς δὲ αὐθημερὸν καθίστατο·
况且,如果希帕科斯是在执政期间死去的,而希庇亚斯是当天才接掌权力的,那么在我看来,希庇亚斯绝不可能在当时如此轻易地维持僭主统治。
ἀλλὰ καὶ διὰ τὸ πρότερον ξύνηθες τοῖς μὲν πολίταις φοβερόν, ἐς δὲ τοὺς ἐπικούρους ἀκριβές, πολλῷ τῷ περιόντι τοῦ ἀσφαλοῦς κατεκράτησε, καὶ οὐχ ὡς ἀδελφὸς νεώτερος ὢν ἠπόρησεν, ἐν ᾧ οὐ πρότερον ξυνεχῶς ὡμιλήκει τῇ ἀρχῇ.
相反,正是因为他以往习惯于让公民感到畏惧,且对雇佣兵管理严明,他才得以凭借极大的安全余裕牢牢掌握政权,而不像一个未曾长期持续接触过权力的年轻弟弟那样会陷入无措的境地。
§6.55.4Ἱππάρχῳ δὲ ξυνέβη τοῦ πάθους τῇ δυστυχίᾳ ὀνομασθέντα καὶ τὴν δόξαν τῆς τυραννίδος ἐς τὰ ἔπειτα προσλαβεῖν.
至于希帕科斯,他只是碰巧因为死于非命的惨剧而名声大噪,从而在后世也顺带获得了曾为僭主的声望。