§6.54.1τὸ γὰρ Ἀριστογείτονος καὶ Ἁρμοδίου τόλμημα δι’ ἐρωτικὴν ξυντυχίαν ἐπεχειρήθη, ἣν ἐγὼ ἐπὶ πλέον διηγησάμενος ἀποφανῶ οὔτε τοὺς ἄλλους οὔτε αὐτοὺς Ἀθηναίους περὶ τῶν σφετέρων τυράννων οὐδὲ περὶ τοῦ γενομένου ἀκριβὲς οὐδὲν λέγοντας.
因为哈尔摩狄乌斯和阿里斯托革顿的冒险行动是由于一场恋爱纠纷而发起的,对此我将做更详细的叙述,以表明其他人和雅典人自己,对于他们自己的僭主以及所发生的事情,都没有说出任何准确的事实。
§6.54.2Πεισιστράτου γὰρ γηραιοῦ τελευτήσαντος ἐν τῇ τυραννίδι οὐχ Ἵππαρχος, ὥσπερ οἱ πολλοὶ οἴονται, ἀλλ’ Ἱππίας πρεσβύτατος ὢν ἔσχε τὴν ἀρχήν.
因为当庇西特拉托在僭主位上老死时,继承权力的并非如大众所认为的希帕科斯,而是最年长的希庇亚斯。
γενομένου δὲ Ἁρμοδίου ὥρᾳ ἡλικίας λαμπροῦ Ἀριστογείτων ἀνὴρ τῶν ἀστῶν, μέσος πολίτης, ἐραστὴς ὢν εἶχεν αὐτόν.
当时,哈尔摩狄乌斯正值青春年华,容貌出众,而身为市民、处于中产阶层的阿里斯托革顿成了他的情人,与他相伴。
§6.54.3πειραθεὶς δὲ ὁ Ἁρμόδιος ὑπὸ Ἱππάρχου τοῦ Πεισιστράτου καὶ οὐ πεισθεὶς καταγορεύει τῷ Ἀριστογείτονι.
哈尔摩狄乌斯受到庇西特拉托之子希帕科斯的引诱,但未予理睬,便将此事告诉了阿里斯托革顿。
ὁ δὲ ἐρωτικῶς περιαλγήσας καὶ φοβηθεὶς τὴν Ἱππάρχου δύναμιν μὴ βίᾳ προσαγάγηται αὐτόν, ἐπιβουλεύει εὐθὺς ὡς ἀπὸ τῆς ὑπαρχούσης ἀξιώσεως κατάλυσιν τῇ τυραννίδι.
后者因情爱而深受痛苦,又害怕希帕科斯势大,恐其强行夺走情人,于是立刻根据自己当时的社会地位,密谋推翻僭主统治。
§6.54.4καὶ ἐν τούτῳ ὁ Ἵππαρχος ὡς αὖθις πειράσας οὐδὲν μᾶλλον ἔπειθε τὸν Ἁρμόδιον, βίαιον μὲν οὐδὲν ἐβούλετο δρᾶν, ἐν τρόπῳ δέ τινι ἀφανεῖ ὡς οὐ διὰ τοῦτο δὴ παρεσκευάζετο προπηλακιῶν αὐτόν.
在此期间,希帕科斯再次尝试,但仍未能说服哈尔摩狄乌斯,他不想采取任何暴力手段,但准备以某种隐秘的方式,装作并非由于这个原因,来侮辱他。
§6.54.5οὐδὲ γὰρ τὴν ἄλλην ἀρχὴν ἐπαχθὴς ἦν ἐς τοὺς πολλούς, ἀλλ’ ἀνεπιφθόνως κατεστήσατο·
因为事实上,他们在其他方面的统治对大众并不苛刻,而是顺理成章、不招人怨地确立起来的。
καὶ ἐπετήδευσαν ἐπὶ πλεῖστον δὴ τύραννοι οὗτοι ἀρετὴν καὶ ξύνεσιν, καὶ Ἀθηναίους εἰκοστὴν μόνον πρασσόμενοι τῶν γιγνομένων τήν τε πόλιν αὐτῶν καλῶς διεκόσμησαν καὶ τοὺς πολέμους διέφερον καὶ ἐς τὰ ἱερὰ ἔθυον.
这些僭主们在极长的时间里展现出了美德和智慧,他们仅向雅典人征收产出的二十分之一作为税收,却将城市装饰得十分美丽,顺利进行战争,并在神庙中献祭。
§6.54.6τὰ δὲ ἄλλα αὐτὴ ἡ πόλις τοῖς πρὶν κειμένοις νόμοις ἐχρῆτο, πλὴν καθ’ ὅσον αἰεί τινα ἐπεμέλοντο σφῶν αὐτῶν ἐν ταῖς ἀρχαῖς εἶναι.
在其他方面,城邦自身继续使用先前制定的法律,只是他们总是设法让自己家族的人担任官职。
καὶ ἄλλοι τε αὐτῶν ἦρξαν τὴν ἐνιαύσιον Ἀθηναίοις ἀρχὴν καὶ Πεισίστρατος ὁ Ἱππίου τοῦ τυραννεύσαντος υἱός, τοῦ πάππου ἔχων τοὔνομα, ὃς τῶν δώδεκα θεῶν βωμὸν τὸν ἐν τῇ ἀγορᾷ ἄρχων ἀνέθηκε καὶ τὸν τοῦ Ἀπόλλωνος ἐν Πυθίου.
在担任雅典年度执政官的家族成员中,有曾任僭主的希庇亚斯之子庇西特拉托,他继承了祖父的名字,并在担任执政官期间,奉献了广场上的十二神祭坛和阿波罗神庙(毕底翁)中的祭坛。
§6.54.7καὶ τῷ μὲν ἐν τῇ ἀγορᾷ προσοικοδομήσας ὕστερον ὁ δῆμος Ἀθηναίων μεῖζον μῆκος τοῦ βωμοῦ ἠφάνισε τοὐπίγραμμα· τοῦ δ’ ἐν Πυθίου ἔτι καὶ νῦν δῆλόν ἐστιν ἀμυδροῖς γράμμασι λέγον τάδε· "
μνῆμα τόδ’ ἧς ἀρχῆς Πεισίστρατος Ἱππίου υἱός
θῆκεν Ἀπόλλωνος Πυθίου ἐν τεμένει.
对于广场上的那个祭坛,雅典民众后来增加了祭坛的长度,从而磨灭了碑文;但毕底翁中的那个祭坛上的碑文,至今仍可以模糊的字迹辨认,其内容如下:\n“此执政之纪念,希庇亚斯之子庇西特拉托,\n奉献于毕底亚阿波罗之圣所。
"
”