§6.52.1ἐσηγγέλλετο δὲ αὐτοῖς ἔκ τε Καμαρίνης ὡς, εἰ ἔλθοιεν, προσχωροῖεν ἄν, καὶ ὅτι Συρακόσιοι πληροῦσι ναυτικόν.
其间,他们接到来自卡马里纳的消息,称如果他们前来,卡马里纳人将会加入他们,并且叙拉古人正在装备舰队。
ἁπάσῃ οὖν τῇ στρατιᾷ παρέπλευσαν πρῶτον μὲν ἐπὶ Συρακούσας· καὶ ὡς οὐδὲν ηὗρον ναυτικὸν πληρούμενον, παρεκομίζοντο αὖθις ἐπὶ Καμαρίνης, καὶ σχόντες ἐς τὸν αἰγιαλὸν ἐπεκηρυκεύοντο.
因此,他们率领全体军队首先沿海驶往叙拉古;在发现并没有正在装备的舰队后,他们再次沿海岸返回卡马里纳,并在海滩靠岸,派遣使者进行交涉。
οἱ δ’ οὐκ ἐδέχοντο, λέγοντες σφίσι τὰ ὅρκια εἶναι μιᾷ νηὶ καταπλεόντων Ἀθηναίων δέχεσθαι, ἢν μὴ αὐτοὶ πλείους μεταπέμπωσιν.
但卡马里纳人不接受他们,声称根据誓约,只有当雅典人仅乘一艘船驶入时他们才能接纳,除非他们自己主动召请更多。
§6.52.2ἄπρακτοι δὲ γενόμενοι ἀπέπλεον· καὶ ἀποβάντες κατά τι τῆς Συρακοσίας καὶ ἁρπαγὴν ποιησάμενοι, καὶ τῶν Συρακοσίων ἱππέων βοηθησάντων καὶ τῶν ψιλῶν τινὰς ἐσκεδασμένους διαφθειράντων, ἀπεκομίσθησαν ἐς Κατάνην.
未能达到目的后,他们便驾船离去;在叙拉古领土的某处登陆并进行掠夺时,叙拉古的骑兵前来救援,并杀死了他们一些分散的轻装步兵,随后他们撤回了卡塔奈。