§6.51.1καὶ ἐκκλησίας γενομένης τὴν μὲν στρατιὰν οὐκ ἐδέχοντο οἱ Καταναῖοι, τοὺς δὲ στρατηγοὺς ἐσελθόντας ἐκέλευον, εἴ τι βούλονται, εἰπεῖν.
于是集会召开了。 卡塔奈人不接受军队入城,但要求将军们进来,若有什么话,可以发言。
καὶ λέγοντος τοῦ Ἀλκιβιάδου, καὶ τῶν ἐν τῇ πόλει πρὸς τὴν ἐκκλησίαν τετραμμένων, οἱ στρατιῶται πυλίδα τινὰ ἐνῳκοδομημένην κακῶς ἔλαθον διελόντες, καὶ ἐσελθόντες ἠγόραζον ἐς τὴν πόλιν.
当阿尔基比阿德斯正在发言,而城里的人们正全神贯注于集会之时,士兵们悄悄拆毁了一扇砌得不牢固的小偏门,并进入城内,在集市上聚集起来。
§6.51.2τῶν δὲ Καταναίων οἱ μὲν τὰ τῶν Συρακοσίων φρονοῦντες, ὡς εἶδον τὸ στράτευμα ἔνδον, εὐθὺς περιδεεῖς γενόμενοι ὑπεξῆλθον οὐ πολλοί τινες, οἱ δὲ ἄλλοι ἐψηφίσαντό τε ξυμμαχίαν τοῖς Ἀθηναίοις καὶ τὸ ἄλλο στράτευμα ἐκέλευον ἐκ Ῥηγίου κομίζειν.
在卡塔奈人中,那些倾向叙拉古利益的人一看见军队已在城内,立刻陷入极度恐慌中,有少数人悄悄逃走;而其余的人则表决通过了与雅典人的同盟,并要求他们把留在雷吉翁的其余军队也接过来。
§6.51.3μετὰ δὲ τοῦτο διαπλεύσαντες οἱ Ἀθηναῖοι ἐς τὸ Ῥήγιον, πάσῃ ἤδη τῇ στρατιᾷ ἄραντες ἐς τὴν Κατάνην, ἐπειδὴ ἀφίκοντο, κατεσκευάζοντο τὸ στρατόπεδον.
此后,雅典人乘船前往雷吉翁,随即率领全体军队出发前往卡塔奈,抵达之后,便着手修筑营地。