Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §6.50.1-6.50.5

雅典舰队沿东岸侦察与进驻卡塔奈

第 666 段,共 917 段 · 希腊语

内容简介

拉马科斯赞同了阿尔基比阿德斯的方案,雅典舰队沿西西里东岸航行,经纳克索斯抵达卡塔奈,随后对叙拉古进行侦察并向雷翁蒂诺伊人发布宣告,最后返回卡塔奈。

§6.50.1Λάμαχος μὲν ταῦτα εἰπὼν ὅμως προσέθετο καὶ αὐτὸς τῇ Ἀλκιβιάδου γνώμῃ.
拉马科斯虽然说了这些话,但还是赞同了阿尔基比阿德斯的意见。
μετὰ δὲ τοῦτο Ἀλκιβιάδης τῇ αὑτοῦ νηὶ διαπλεύσας ἐς Μεσσήνην καὶ λόγους ποιησάμενος περὶ ξυμμαχίας πρὸς αὐτούς, ὡς οὐκ ἔπειθεν, ἀλλ’ ἀπεκρίναντο πόλει μὲν ἂν οὐ δέξασθαι, ἀγορὰν δ’ ἔξω παρέξειν, ἀπέπλει ἐς τὸ Ῥήγιον.
此后,阿尔基比阿德斯乘着自己的船渡海前往麦塞内,并与他们商谈同盟事宜。 由于无法说服他们,且他们答复说不接受其军队入城、但可在城外提供集市,他便驾船返回了雷吉翁。
§6.50.2καὶ εὐθὺς ξυμπληρώσαντες ἑξήκοντα ναῦς ἐκ πασῶν οἱ στρατηγοὶ καὶ τὰ ἐπιτήδεια λαβόντες παρέπλεον ἐς Νάξον, τὴν ἄλλην στρατιὰν ἐν Ῥηγίῳ καταλιπόντες καὶ ἕνα σφῶν αὐτῶν.
将军们随即便从全军舰只中装备好六十艘船,备足给养,沿着海岸向纳克索斯航行,而将其他军队和他们中的一人留在雷吉翁。
§6.50.3Ναξίων δὲ δεξαμένων τῇ πόλει παρέπλεον ἐς Κατάνην.
由于纳克索斯人接待他们进城,他们便继续沿海航行至卡塔奈。
καὶ ὡς αὐτοὺς οἱ Καταναῖοι οὐκ ἐδέχοντο (ἐνῆσαν γὰρ αὐτόθι ἄνδρες τὰ Συρακοσίων βουλόμενοι), §6.50.4ἐκομίσθησαν ἐπὶ τὸν Τηρίαν ποταμόν, καὶ αὐλισάμενοι τῇ ὑστεραίᾳ ἐπὶ Συρακούσας ἔπλεον ἐπὶ κέρως ἔχοντες τὰς ἄλλας ναῦς·
由于卡塔奈人拒不接受他们(因为城里有倾向于叙拉古利益的人),他们便退向泰里亚斯河,在彼处露营,次日,将其余船只排成单纵队,向叙拉古航行。
δέκα δὲ τῶν νεῶν προύπεμψαν ἐς τὸν μέγαν λιμένα πλεῦσαί τε καὶ κατασκέψασθαι εἴ τι ναυτικόν ἐστι καθειλκυσμένον, καὶ κηρῦξαι ἀπὸ τῶν νεῶν προσπλεύσαντας ὅτι Ἀθηναῖοι ἥκουσι Λεοντίνους ἐς τὴν ἑαυτῶν κατοικιοῦντες κατὰ ξυμμαχίαν καὶ ξυγγένειαν· τοὺς οὖν ὄντας ἐν Συρακούσαις Λεοντίνων ὡς παρὰ φίλους καὶ εὐεργέτας Ἀθηναίους ἀδεῶς ἀπιέναι.
他们派出十艘船先行驶入大港进行侦察,看是否有已下水的海军舰队,并让这些船只驶近后在船上宣告:雅典人已依照同盟与亲缘关系到来,旨在让雷翁蒂诺伊人重新定居在他们自己的土地上;因此,凡在叙拉古境内的雷翁蒂诺伊人,皆可毫无畏惧地离去,投奔他们的朋友和恩人雅典人。
§6.50.5ἐπεὶ δ’ ἐκηρύχθη καὶ κατεσκέψαντο τήν τε πόλιν καὶ τοὺς λιμένας καὶ τὰ περὶ τὴν χώραν ἐξ ἧς αὐτοῖς ὁρμωμένοις πολεμητέα ἦν, ἀπέπλευσαν πάλιν ἐς Κατάνην.
宣告完毕,并且他们侦察了城市、港口以及他们必须以此为基地发动战争的该地区周边的态势之后,他们便又航行回到了卡塔奈。

词汇与语法注释

  1. 6.50.1πόλει μὲν ἂν οὐ δέξασθαι — 与格 πόλει 是表示地点的方位性与格,意为“在城内接受”。不定词 δέξασθαι 带有 ἂν,代表间接引语中带有 ἂν 的过去直陈式或希求式条件句的主句(“他们将不会接受”)。相比之下,后面的 παρέξειν 是不带 ἂν 的将来不定词,表示确定的承诺。
  2. 6.50.4ἐπὶ κέρως — 希腊海军专业术语,意为“成单纵队”或“排成一列”(字面意思是“在翼上”)。指船只首尾相接排成一列纵队的阵形,与横队(ἐπὶ μετώπου)相对。
  3. 6.50.5ἐξ ἧς αὐτοῖς ὁρμωμένοις πολεμητέα ἦν — 由关系词 ἐξ ἧς(先行词为 τὴν χώραν)引导的从句中,中性复数动形容词 πολεμητέα 与 ἦν 构成无人称句。与格 αὐτοῖς 是动形容词施事者(逻辑主语),现在分词 ὁρμωμένοις(意为“以此为基地出发”)与之保持一致。整句意为“他们必须以此为基地出发进行战争的(该地区)”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §6.50.1-6.50.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:6.50.1-6.50.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。