§6.40.1ἀλλ’ ἤτοι μαθόντες γε ἢ μεταγνόντες τὸ τῆς πόλεως ξύμπασι κοινὸν αὔξετε, ἡγησάμενοι τοῦτο μὲν ἂν καὶ ἴσον καὶ πλέον οἱ ἀγαθοὶ ὑμῶν [ἤπερ τὸ τῆς πόλεως πλῆθος ] μετασχεῖν, εἰ δ’ ἄλλα βουλήσεσθε, καὶ τοῦ παντὸς κινδυνεῦσαι στερηθῆναι·
因此,你们要么学会明白事理,要么改变心意,去增进全城邦人民的共同利益。 你们应当相信,在这一点上,你们之中的优秀者将会获得同等甚至更多的份额[比城邦的普通大众更多];但如果你们心怀他图,就将面临失去一切的危险。
καὶ τῶν τοιῶνδε ἀγγελιῶν ὡς πρὸς αἰσθανομένους καὶ μὴ ἐπιτρέψοντας ἀπαλλάγητε.
停止传播此类消息吧,就当你们面对的是能够洞察一切且绝不容许你们得逞的人。
§6.40.2ἡ γὰρ πόλις ἥδε, καὶ εἰ ἔρχονται Ἀθηναῖοι, ἀμυνεῖται αὐτοὺς ἀξίως αὑτῆς, καὶ στρατηγοί εἰσιν ἡμῖν οἳ σκέψονται αὐτά· καὶ εἰ μή τι αὐτῶν ἀληθές ἐστιν, ὥσπερ οὐκ οἴομαι, οὐ πρὸς τὰς ὑμετέρας ἀγγελίας καταπλαγεῖσα καὶ ἑλομένη ὑμᾶς ἄρχοντας αὐθαίρετον δουλείαν ἐπιβαλεῖται, αὐτὴ δ’ ἐφ’ αὑτῆς σκοποῦσα τούς τε λόγους ἀφ’ ὑμῶν ὡς ἔργα δυναμένους κρινεῖ καὶ τὴν ὑπάρχουσαν ἐλευθερίαν οὐχὶ ἐκ τοῦ ἀκούειν ἀφαιρεθήσεται, ἐκ δὲ τοῦ ἔργῳ φυλασσομένη μὴ ἐπιτρέπειν πειράσεται σῴζειν.
因为这个城邦,即便雅典人真的来犯,也会以无愧于自身的方式击退他们,而且我们有将军会去处理这些事务;而如果这些消息毫无真实性(正如我所认为的那样),城邦绝不会因你们的传言而惊慌失措,更不会推选你们为统治者,从而把自愿的奴役强加给自己。 相反,城邦会进行自主审视,把你们的言论视同具有实际行动的意图来加以判决,并且它绝不会因为听信传言而丧失现有的自由,相反,它会通过在行动中保持警惕、决不妥协,来努力捍卫这份自由。
’
”