§6.41.1τοιαῦτα δὲ Ἀθηναγόρας εἶπεν.
阿特纳戈拉斯如此说道。
τῶν δὲ στρατηγῶν εἷς ἀναστὰς ἄλλον μὲν οὐδένα ἔτι εἴασε παρελθεῖν, αὐτὸς δὲ πρὸς τὰ παρόντα ἔλεξε τοιάδε. §6.41.2‘διαβολὰς μὲν οὐ σῶφρον οὔτε λέγειν τινὰς ἐς ἀλλήλους οὔτε τοὺς ἀκούοντας ἀποδέχεσθαι, πρὸς δὲ τὰ ἐσαγγελλόμενα μᾶλλον ὁρᾶν, ὅπως εἷς τε ἕκαστος καὶ ἡ ξύμπασα πόλις καλῶς τοὺς ἐπιόντας παρασκευασόμεθα ἀμύνεσθαι.
但将军中的一人站联起立,不再允许其他任何人上台发言,而是自己针对当前的局势发表了如下讲话: “人们互相诽谤,或者听众接受这些诽谤,都是不明智的;相反,我们更应该关注那些送来的情报,以便我们每个人以及整个城邦都能做好充分准备,击退来犯之敌。
§6.41.3καὶ ἢν ἄρα μηδὲν δεήσῃ, οὐδεμία βλάβη τοῦ τε τὸ κοινὸν κοσμηθῆναι καὶ ἵπποις καὶ ὅπλοις §6.41.4καὶ τοῖς ἄλλοις οἷς ὁ πόλεμος ἀγάλλεται (τὴν δ’ ἐπιμέλειαν καὶ ἐξέτασιν αὐτῶν ἡμεῖς ἕξομεν), καὶ τῶν πρὸς τὰς πόλεις διαπομπῶν ἅμα ἔς τε κατασκοπὴν καὶ ἤν τι ἄλλο φαίνηται ἐπιτήδειον.
而且,即使最后根本不需要,让公共国家用马匹和武器,以及战争引以为傲的其他装备来武装起来,也并无任何坏处(而对这些装备的照管和检阅,我们将亲自负责);同时,向其他城市派遣使节进行侦察,或进行其他任何看起来合适的事情,也同样无害。
τὰ δὲ καὶ ἐπιμεμελήμεθα ἤδη, καὶ ὅτι ἂν αἰσθώμεθα ἐς ὑμᾶς οἴσομεν.
其中有些事情我们已经着手办理,无论我们察觉到什么,都会向你们报告。
’ καὶ οἱ μὲν Συρακόσιοι τοσαῦτα εἰπόντος τοῦ στρατηγοῦ διελύθησαν ἐκ τοῦ ξυλλόγου.
”将军说完这些话后,叙拉古人便解散了大会。