Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §6.38.1-6.38.5

谴责散布谣言以图夺权的国内煽动家

第 654 段,共 917 段 · 希腊语

内容简介

发言者指责国内的煽动家们为了夺取政权而编造雅典入侵的谎言,导致城邦内讧,并严厉批评了企图非法获取统治地位的年轻野心家。

§6.38.1‘ἀλλὰ ταῦτα, ὥσπερ ἐγὼ λέγω, οἵ τε Ἀθηναῖοι γιγνώσκοντες τὰ σφέτερα αὐτῶν εὖ οἶδ’ ὅτι σῴζουσι, καὶ ἐνθένδε ἄνδρες οὔτε ὄντα οὔτε ἂν γενόμενα λογοποιοῦσιν,
“但是,正如我所说,我确信雅典人深知他们自己的处境,因而正固守着他们自己的领地,而我们这里的某些人却在编造那些既不存在也绝不可能发生的故事。
§6.38.2οὓς ἐγὼ οὐ νῦν πρῶτον, ἀλλ’ αἰεὶ ἐπίσταμαι ἤτοι λόγοις γε τοιοῖσδε καὶ ἔτι τούτων κακουργοτέροις ἢ ἔργοις βουλομένους καταπλήξαντας τὸ ὑμέτερον πλῆθος αὐτοὺς τῆς πόλεως ἄρχειν.
事实上,我并非现在才开始、而是早就知道,他们一直企图通过这些话语,甚至比这更恶毒的话语,或者通过实际行动,来恐吓你们大众,从而实现由他们自己来统治这个城邦的野心。
καὶ δέδοικα μέντοι μήποτε πολλὰ πειρῶντες καὶ κατορθώσωσιν· ἡμεῖς δὲ κακοί, πρὶν ἐν τῷ παθεῖν ὦμεν, προφυλάξασθαί τε καὶ αἰσθόμενοι ἐπεξελθεῖν.
而且我确实担心,他们屡次尝试,终有一天会得逞;而我们却太愚蠢,在遭受苦难之前,不知道提前防范,也无法在察觉危险时予以反击。
§6.38.3τοιγάρτοι δι’ αὐτὰ ἡ πόλις ἡμῶν ὀλιγάκις μὲν ἡσυχάζει, στάσεις δὲ πολλὰς καὶ ἀγῶνας οὐ πρὸς τοὺς πολεμίους πλέονας ἢ πρὸς αὑτὴν ἀναιρεῖται, τυραννίδας δὲ ἔστιν ὅτε καὶ δυναστείας ἀδίκους.
因此,正因如此,我们的城邦很少享有安宁,反而要经历许多内讧和斗争,而且对内的斗争多于对敌的斗争,有时甚至会产生篡位政权和不义的寡头统治。
§6.38.4ὧν ἐγὼ πειράσομαι, ἤν γε ὑμεῖς ἐθέλητε ἕπεσθαι, μήποτε ἐφ’ ἡμῶν τι περιιδεῖν γενέσθαι, ὑμᾶς μὲν τοὺς πολλοὺς πείθων, τοὺς δὲ τὰ τοιαῦτα μηχανωμένους κολάζων, μὴ μόνον αὐτοφώρους (χαλεπὸν γὰρ ἐπιτυγχάνειν), ἀλλὰ καὶ ὧν βούλονται μέν, δύνανται δ’ οὔ (τὸν γὰρ ἐχθρὸν οὐχ ὧν δρᾷ μόνον, ἀλλὰ καὶ τῆς διανοίας προαμύνεσθαι χρή, εἴπερ καὶ μὴ προφυλαξάμενός τις προπείσεται), τοὺς δ’ αὖ ὀλίγους τὰ μὲν ἐλέγχων, τὰ δὲ φυλάσσων, τὰ δὲ καὶ διδάσκων· μάλιστα γὰρ δοκῶ ἄν μοι οὕτως ἀποτρέπειν τῆς κακουργίας.
如果你们愿意追随我,我将努力使我们这个时代绝不容许发生任何此类事情。 我将说服你们大众,并惩罚那些图谋此类事情的人,不仅惩罚那些人赃并获的人(因为这很难抓到),还要惩罚那些他们企图做却未能做成的事(因为我们必须防范敌人,不仅防范其行动,还要提前防范其意图,因为如果一个人不提前防范,他就会先受害)。 另一方面,对于那少数人,我将有时揭露他们,有时监视他们,有时也教导他们;因为在我看来,只有这样才能最有效地阻止他们作恶。
§6.38.5καὶ δῆτα, ὃ πολλάκις ἐσκεψάμην, τί καὶ βούλεσθε, ὦ νεώτεροι;
况且,这是我经常思考的问题:年轻人们,你们到底想要什么?
πότερον ἄρχειν ἤδη;
是现在就想统治吗?
ἀλλ᾽ οὐκ ἔννομον· ὁ δὲ νόμος ἐκ τοῦ μὴ δύνασθαι ὑμᾶς μᾶλλον ἢ δυναμένους ἐτέθη ἀτιμάζειν.
但这不合乎法律;而法律之所以制定,是因为你们缺乏能力,而不是为了在你们有能力时侮辱你们。
ἀλλὰ δὴ μὴ μετὰ πολλῶν ἰσονομεῖσθαι;
难道是不想与大众享有平等的权利吗?
καὶ πῶς δίκαιον τοὺς αὐτοὺς μὴ τῶν αὐτῶν ἀξιοῦσθαι;
然而,同为城邦公民,却不能享有同等的权利,这又怎能说是公正的呢? ”

词汇与语法注释

  1. 6.38.1οἵ τε Ἀθηναῖοι γιγνώσκοντες τὰ σφέτερα αὐτῶν εὖ οἶδ’ ὅτι σῴζουσι — 短语 εὖ οἶδ’ ὅτι(我确信)在此处作为插入语使用。因此,主语 οἵ τε Ἀθηναῖοι 仍直接作为主要动词 σῴζουσι 的主语,而不是引导一个从属的宾语从句。
  2. 6.38.2οὓς ἐγὼ οὐ νῦν πρῶτον, ἀλλ’ αἰεὶ ἐπίσταμαι ... βουλομένους ... αὐτοὺς τῆς πόλεως ἄρχειν — 表示知晓的动词 ἐπίσταμαι 接宾格分词 βουλομένους 作为其补足语,该分词与关系代词 οὕς 一致。不定式 ἄρχειν 依赖于 βουλομένους,并由 αὐτούς 充当其主格宾语(即不定式的主语)。
  3. 6.38.2ἡμεῖς δὲ κακοί, πρὶν ἐν τῷ παθεῖν ὦμεν, προφυλάξασθαί τε καὶ αἰσθόμενοι ἐπεξελθεῖν — 形容词 κακοί(无能的、迟钝的)后接说明性不定式 προφυλάξασθαι 和 ἐπεξελθεῖν,用于限定无能的领域(“在预防和反击方面是无能的”)。分词 αἰσθόμενοι 修饰后一个不定式的隐含主语。
  4. 6.38.4ὧν ἐγὼ πειράσομαι ... μήποτε ἐφ’ ἡμῶν τι περιιδεῖν γενέσθαι — 关系代词 ὧν 指代 §6.38.3 中提到的诸般恶果,并作为不定代词 τι(任何一件)的部分属格,而 τι 是不定式 περιιδεῖν(容许/坐视)的直接宾语。
  5. 6.38.4τὸν γὰρ ἐχθρὸν οὐχ ὧν δρᾷ μόνον, ἀλλὰ καὶ τῆς διανοίας προαμύνεσθαι χρή — 动词 προαμύνεσθαι(预先防范)支配双重格:表示防范对象的宾格(τὸν ἐχθρόν)以及表示防范起因或危险源的属格(ὧν δρᾷ 和 τῆς διανοίας)。
  6. 6.38.5ὁ δὲ νόμος ἐκ τοῦ μὴ δύνασθαι ὑμᾶς μᾶλλον ἢ δυναμένους ἐτέθη ἀτιμάζειν — 介词短语 ἐκ τοῦ μὴ δύνασθαι ὑμᾶς(由于你们无能)使用冠词性不定式来表示原因。与之对比的分词 δυναμένους(当你们有能力时/有能力的人)作为不定式 ἀτιμάζειν(排除/剥夺权利)的直接宾语,或作为时间状语分词。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §6.38.1-6.38.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:6.38.1-6.38.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。