§6.37.1εἰ δὲ δή, ὥσπερ λέγονται, ἔλθοιεν, ἱκανωτέραν ἡγοῦμαι Σικελίαν Πελοποννήσου διαπολεμῆσαι ὅσῳ κατὰ πάντα ἄμεινον ἐξήρτυται, τὴν δὲ ἡμετέραν πόλιν αὐτὴν τῆς νῦν στρατιᾶς, ὥς φασιν, ἐπιούσης, καὶ εἰ δὶς τοσαύτη ἔλθοι, πολὺ κρείσσω εἶναι, οἷς γ᾽ ἐπίσταμαι οὔθ’ ἵππους ἀκολουθήσοντας, οὐδ’ αὐτόθεν πορισθησομένους εἰ μὴ ὀλίγους τινὰς παρ’ Ἐγεσταίων, οὔθ’ ὁπλίτας ἰσοπληθεῖς τοῖς ἡμετέροις ἐπὶ νεῶν γε ἐλθόντας (μέγα γὰρ τὸ καὶ αὐταῖς ταῖς ναυσὶ κούφαις τοσοῦτον πλοῦν δεῦρο κομισθῆναι), τήν τε ἄλλην παρασκευὴν ὅσην δεῖ ἐπὶ πόλιν τοσήνδε πορισθῆναι, οὐκ ὀλίγην οὖσαν.
然而,如果他们真的像传说中那样侵入,我认为西西里比伯罗奔尼撒更能在战争中坚持到底,因为我们在各个方面都装备得更好;而我们自身的城邦,即使面对传言中正在逼近的这支军队,哪怕是其两倍规模的军队前来,也远为强大。 因为据我所知,他们不会有骑兵随行,除了从埃格斯塔人那里获得少数马匹外,在这里也无法筹集到任何马匹;他们用船只运来的重装步兵人数也绝不可能与我们匹敌(因为即便是让空载的轻型船只历经如此漫长的航程来到这里,本身就是一件难事);至于针对我们这样一个大城邦所必须筹备的其他物资,其数量也绝非少数。
§6.37.2ὥστε, παρὰ τοσοῦτον γιγνώσκω, μόλις ἄν μοι δοκοῦσιν, εἰ πόλιν ἑτέραν τοσαύτην ὅσαι Συράκουσαί εἰσιν ἔλθοιεν ἔχοντες καὶ ὅμορον οἰκίσαντες τὸν πόλεμον ποιοῖντο, οὐκ ἂν παντάπασι διαφθαρῆναι, ἦ πού γε δὴ ἐν πάσῃ πολεμίᾳ Σικελίᾳ (ξυστήσεται γάρ) στρατοπέδῳ τε ἐκ νεῶν ἱδρυθέντι καὶ ἐκ σκηνιδίων καὶ ἀναγκαίας παρασκευῆς οὐκ ἐπὶ πολὺ ὑπὸ τῶν ἡμετέρων ἱππέων ἐξιόντες.
因此,我有如此充分的把握,以至于在我看来,即使他们带着另一个像叙拉古一样庞大的城邦前来,并在我们的边境定居并以此展开战争,他们也顶多勉强免于被彻底歼灭。 更不用说,在完全敌对的西西里(因为整个西西里都会联合起来反对他们),他们只能安营在由船只建起的、仅有简陋帐篷和最基本装备的营地中,且由于我们的骑兵而不敢轻易外出!
τό τε ξύμπαν οὐδ’ ἂν κρατῆσαι αὐτοὺς τῆς γῆς ἡγοῦμαι· τοσούτῳ τὴν ἡμετέραν παρασκευὴν κρείσσω νομίζω.
总之,我认为他们甚至根本无法占领这片土地,因为我相信我们的准备工作要比他们优越得多。