§6.36.1‘τοὺς μὲν Ἀθηναίους ὅστις μὴ βούλεται οὕτω κακῶς φρονῆσαι καὶ ὑποχειρίους ἡμῖν γενέσθαι ἐνθάδε ἐλθόντας, ἢ δειλός ἐστιν ἢ τῇ πόλει οὐκ εὔνους· τοὺς δὲ ἀγγέλλοντας τὰ τοιαῦτα καὶ περιφόβους ὑμᾶς ποιοῦντας τῆς μὲν τόλμης οὐ θαυμάζω, τῆς δὲ ἀξυνεσίας, εἰ μὴ οἴονται ἔνδηλοι εἶναι.
‘任何不希望雅典人如此愚蠢,以至于来到这里并落入我们手中的人,要么是胆小鬼,要么是对城邦怀有恶意;但是,至于那些传播此类消息并使你们惊恐万状的人,我并不惊讶于他们的胆量,而是惊讶于他们的愚蠢——如果他们竟然以为自己没有被看穿的话。
§6.36.2οἱ γὰρ δεδιότες ἰδίᾳ τι βούλονται τὴν πόλιν ἐς ἔκπληξιν καθιστάναι, ὅπως τῷ κοινῷ φόβῳ τὸν σφέτερον ἐπηλυγάζωνται.
因为那些因私人原因而感到恐惧的人,企图使城邦陷入恐慌,以便用公共的恐惧来掩盖他们自己的恐惧。
καὶ νῦν αὗται αἱ ἀγγελίαι τοῦτο δύνανται· οὐκ ἀπὸ ταὐτομάτου, ἐκ δὲ ἀνδρῶν οἵπερ αἰεὶ τάδε κινοῦσι ξύγκεινται.
而现在的这些消息也正是这个意图;它们并非偶然产生,而是由那些一贯挑动此类事端的人所精心策划的。
§6.36.3ὑμεῖς δὲ ἢν εὖ βουλεύησθε, οὐκ ἐξ ὧν οὗτοι ἀγγέλλουσι σκοποῦντες λογιεῖσθε τὰ εἰκότα, ἀλλ’ ἐξ ὧν ἂν ἄνθρωποι δεινοὶ καὶ πολλῶν ἔμπειροι, ὥσπερ ἐγὼ Ἀθηναίους ἀξιῶ, δράσειαν.
但如果你们明智地考量,你们将不会根据这些人所报告的事情来推测可能性,而是根据那些聪明且经验丰富的人——正如我认为雅典人就是这样的人——所会做出的行动来推测。
§6.36.4οὐ γὰρ αὐτοὺς εἰκὸς Πελοποννησίους τε ὑπολιπόντας καὶ τὸν ἐκεῖ πόλεμον μήπω βεβαίως καταλελυμένους ἐπ’ ἄλλον πόλεμον οὐκ ἐλάσσω ἑκόντας ἐλθεῖν, ἐπεὶ ἔγωγε ἀγαπᾶν οἴομαι αὐτοὺς ὅτι οὐχ ἡμεῖς ἐπ’ ἐκείνους ἐρχόμεθα, πόλεις τοσαῦται καὶ οὕτω μεγάλαι.
因为,他们(雅典人)在后方留着伯罗奔尼撒人,且那里的战争尚未彻底结束,不太可能自愿前来投入另一场同样规模庞大的战争;依我之见,他们应该感到庆幸,因为像我们这样繁多且庞大的城邦,并没有主动去进攻他们。 ’