§6.26.1ἀκούσαντες δ’ οἱ Ἀθηναῖοι ἐψηφίσαντο εὐθὺς αὐτοκράτορας εἶναι καὶ περὶ στρατιᾶς πλήθους καὶ περὶ τοῦ παντὸς πλοῦ τοὺς στρατηγοὺς πράσσειν ᾗ ἂν αὐτοῖς δοκῇ ἄριστα εἶναι [Ἀθηναίοις ].
雅典人听了这些,立刻投票决定:将领们无论在军队人数上还是在整个航行上都拥有全权,可以按照他们[对雅典人]认为最合适的方式去办。
§6.26.2καὶ μετὰ ταῦτα ἡ παρασκευὴ ἐγίγνετο, καὶ ἔς τε τοὺς ξυμμάχους ἔπεμπον καὶ αὐτόθεν καταλόγους ἐποιοῦντο, ἄρτι δ’ ἀνειλήφει ἡ πόλις ἑαυτὴν ἀπὸ τῆς νόσου καὶ τοῦ ξυνεχοῦς πολέμου ἔς τε ἡλικίας πλῆθος ἐπιγεγενημένης καὶ ἐς χρημάτων ἅθροισιν διὰ τὴν ἐκεχειρίαν, ὥστε ῥᾷον πάντα ἐπορίζετο.
此后,准备工作便开始了,他们既向盟国派出使者,又在本地编造征兵名册。 此时城邦刚刚从瘟疫和连年战争中恢复过来,由于停战,一方面适龄服役的青年人数有所增长,另一方面资金也有了积蓄,因此一切物资都更容易筹备。
καὶ οἱ μὲν ἐν παρασκευῇ ἦσαν.
他们就这样处于准备之中。