Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §6.25.1-6.25.2

尼西阿斯被迫提出具体的远征军备方案

第 641 段,共 917 段 · 希腊语

内容简介

一位雅典人迫使尼西阿斯具体说明远征所需的军事装备。尼西阿斯虽不情愿,但还是提出了需要至少100艘三段舵船和5000多名重装步兵等大规模军备的具体方案。

§6.25.1καὶ τέλος παρελθών τις τῶν Ἀθηναίων καὶ παρακαλέσας τὸν Νικίαν οὐκ ἔφη χρῆναι προφασίζεσθαι οὐδὲ διαμέλλειν, ἀλλ’ ἐναντίον ἁπάντων ἤδη λέγειν ἥντινα αὐτῷ παρασκευὴν Ἀθηναῖοι ψηφίσωνται.
最后,有一位雅典人走上前台,敦促尼西阿斯不要再找借口或拖延,而应当立刻在众人面前说明,雅典人应该为他投票通过怎样的军事装备。
§6.25.2ὁ δὲ ἄκων μὲν εἶπεν ὅτι καὶ μετὰ τῶν ξυναρχόντων καθ’ ἡσυχίαν μᾶλλον βουλεύσοιτο, ὅσα μέντοι ἤδη δοκεῖν αὐτῷ, τριήρεσι μὲν οὐκ ἔλασσον ἢ ἑκατὸν πλευστέα εἶναι (αὐτῶν δ᾽ Ἀθηναίων ἔσεσθαι ὁπλιταγωγοὺς ὅσαι ἂν δοκῶσι, καὶ ἄλλας ἐκ τῶν ξυμμάχων μεταπεμπτέας εἶναι), ὁπλίταις δὲ τοῖς ξύμπασιν Ἀθηναίων καὶ τῶν ξυμμάχων πεντακισχιλίων μὲν οὐκ ἐλάσσοσιν, ἢν δέ τι δύνωνται, καὶ πλέοσιν· τὴν δὲ ἄλλην παρασκευὴν ὡς κατὰ λόγον, καὶ τοξοτῶν τῶν αὐτόθεν καὶ ἐκ Κρήτης καὶ σφενδονητῶν, καὶ ἤν τι ἄλλο πρέπον δοκῇ εἶναι, ἑτοιμασάμενοι ἄξειν.
他虽不情愿,但还是说,他更愿意与同僚将军们从容地商议,然而就目前他所认为的而言,他们必须率领不少于一百艘的三段舵船出航(其中雅典人自己应提供认为合适数量的重装步兵运输船,其余的则应向盟国征调),至于重装步兵,雅典人与盟国的总数不得少于五千人,如果可能的话,还要更多;而其余的装备也要按比例准备,包括本地和来自克里特的弓箭手以及投石兵,如果还有其他认为合适的内容,他们将在准备就绪后一同带去。

词汇与语法注释

  1. §6.25.2ὅσα μέντοι ἤδη δοκεῖν αὐτῷ — 关系从句 ὅσα 中不定式的限制性用法,相当于省略了 ὡς 的 ὡς ὅσα...。表示“就目前他所认为的而言”或“根据他目前的看法”。
  2. §6.25.2τριήρεσι μὲν οὐκ ἔλασσον ἢ ἑκατὸν πλευστέα εἶναι — πλευστέα 是动词性形容词 πλευστέος 的中性复数形式,用于无人称句表示必要性或义务。与格 τριήρεσι 表示手段或伴随(“必须率领三段舵船出航”)。
  3. §6.25.2ἑτοιμασάμενοι ἄξειν — 将来时不定式 ἄξειν 隶属于主句的说话动词 εἶπεν,构成间接引语。分词 ἑτοιμασάμενοι 采用主格复数,是因为不定式逻辑上的主语是指包括尼西阿斯在内的群体(将军们或全体雅典人),因而与主语保持一致。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §6.25.1-6.25.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:6.25.1-6.25.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。