Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §6.27.1-6.27.3

赫尔墨斯神像被毁事件与政变疑云

第 643 段,共 917 段 · 希腊语

内容简介

在远征筹备期间,雅典城内的赫尔墨斯神像一夜之间悉数被毁。民众认为这是出征的凶兆与颠覆民主政体的阴谋,随即展开调查并悬赏征集线索。

§6.27.1ἐν δὲ τούτῳ, ὅσοι Ἑρμαῖ ἦσαν λίθινοι ἐν τῇ πόλει τῇ Ἀθηναίων (εἰσὶ δὲ κατὰ τὸ ἐπιχώριον, ἡ τετράγωνος ἐργασία, πολλοὶ καὶ ἐν ἰδίοις προθύροις καὶ ἐν ἱεροῖς), μιᾷ νυκτὶ οἱ πλεῖστοι περιεκόπησαν τὰ πρόσωπα.
在此期间,雅典城邦内所有的石制赫尔墨斯神像(按照当地的风俗,它们呈四角柱形,数量众多,既立于私人住宅的门前,也立于神庙之中),在一夜之间,大多数都被毁坏了面部。
§6.27.2καὶ τοὺς δράσαντας ᾔδει οὐδείς, ἀλλὰ μεγάλοις μηνύτροις δημοσίᾳ οὗτοί τε ἐζητοῦντο καὶ προσέτι ἐψηφίσαντο, καὶ εἴ τις ἄλλο τι οἶδεν ἀσέβημα γεγενημένον, μηνύειν ἀδεῶς τὸν βουλόμενον καὶ ἀστῶν καὶ ξένων καὶ δούλων.
没有人知道作案者是谁,但官方悬赏重金搜捕这些人,而且还通过决议,如果有人知道还发生了其他任何不敬神的事,任何有意愿的人,无论是公民、外邦人还是奴隶,都可以毫无畏惧地予以告发。
§6.27.3καὶ τὸ πρᾶγμα μειζόνως ἐλάμβανον· τοῦ τε γὰρ ἔκπλου οἰωνὸς ἐδόκει εἶναι καὶ ἐπὶ ξυνωμοσίᾳ ἅμα νεωτέρων πραγμάτων καὶ δήμου καταλύσεως γεγενῆσθαι.
人们对这一事件极其重视;因为这不仅被看作是出航的不祥之兆,而且也被认为是为了颠覆民主政体和策动政变而共同谋划的阴谋。

词汇与语法注释

  1. 6.27.1περιεκόπησαν τὰ πρόσωπα — 宾格 τὰ πρόσωπα 是关系宾格(或限定宾格),与被动语态动词 περιεκόπησαν(被削去)连用,用以限定主语(οἱ πλεῖστοι,“大多数神像”)受损的具体部位。
  2. 6.27.2μηνύειν — 此不定式取决于前文动词 ἐψηφίσαντο(他们表决),表示决议的内容。其逻辑主语为宾格的 τὸν βουλόμενον(有意愿的人),句末的一连串属格(καὶ ἀστῶν...)则是修饰该逻辑主语的部分属格。
  3. 6.27.3γεγενῆσθαι — 此完成时不定式与前半句的 εἶναι 一样,取决于主句动词 ἐδόκει。即结构为 [ἐδόκει] ... γεγενῆσθαι([被认为]是为了阴谋而做出的)。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §6.27.1-6.27.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:6.27.1-6.27.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。