Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §6.24.1-6.24.4

雅典人激涨的出征狂热与反对者的沉默

第 640 段,共 917 段 · 希腊语

内容简介

尼西阿斯试图阻止出征的意图落空,雅典人反而一致燃起了出航的热情,即使是持反对意见者也因害怕而保持沉默。

§6.24.1ὁ μὲν Νικίας τοσαῦτα εἶπε νομίζων τοὺς Ἀθηναίους τῷ πλήθει τῶν πραγμάτων ἢ ἀποτρέψειν ἤ, εἰ ἀναγκάζοιτο στρατεύεσθαι, μάλιστ’ 〈ἂν〉 οὕτως ἀσφαλῶς ἐκπλεῦσαι·
尼西阿斯说了这番话,认为他要么可以通过繁重的筹备事务使雅典人打消念头,要么,如果被迫出征,这样也能最安全地出航。
§6.24.2οἱ δὲ τὸ μὲν ἐπιθυμοῦν τοῦ πλοῦ οὐκ ἐξῃρέθησαν ὑπὸ τοῦ ὀχλώδους τῆς παρασκευῆς, πολὺ δὲ μᾶλλον ὥρμηντο, καὶ τοὐναντίον περιέστη αὐτῷ· εὖ τε γὰρ παραινέσαι ἔδοξε καὶ ἀσφάλεια νῦν δὴ καὶ πολλὴ ἔσεσθαι.
但雅典人对航行的渴望并没有因繁杂的准备工作而消失,相反,他们更加热切,结果对尼西阿斯来说适得其反:因为他的劝告被认为是妥当的,而且现在看来确实会有极大的安全保障。
§6.24.3καὶ ἔρως ἐνέπεσε τοῖς πᾶσιν ὁμοίως ἐκπλεῦσαι· τοῖς μὲν γὰρ πρεσβυτέροις ὡς ἢ καταστρεψομένοις ἐφ’ ἃ ἔπλεον ἢ οὐδὲν ἂν σφαλεῖσαν μεγάλην δύναμιν, τοῖς δ’ ἐν τῇ ἡλικίᾳ τῆς τε ἀπούσης πόθῳ ὄψεως καὶ θεωρίας, καὶ εὐέλπιδες ὄντες σωθήσεσθαι· ὁ δὲ πολὺς ὅμιλος καὶ στρατιώτης ἔν τε τῷ παρόντι ἀργύριον οἴσειν καὶ προσκτήσεσθαι δύναμιν ὅθεν ἀίδιον μισθοφορὰν ὑπάρξειν.
所有人同样产生了一种出航的热望:年长者认为他们要么能征服他们所前往的目的地,要么如此庞大的力量绝不会失败;正值壮年的人则渴望见到并探访远方未见的景象,并满怀安全归来的希望;而广大的群众和士兵既能在目前赚取金钱,又能夺取新的领土,从而使源源不断的军饷得以保障。
§6.24.4ὥστε διὰ τὴν ἄγαν τῶν πλεόνων ἐπιθυμίαν, εἴ τῳ ἄρα καὶ μὴ ἤρεσκε, δεδιὼς μὴ ἀντιχειροτονῶν κακόνους δόξειεν εἶναι τῇ πόλει ἡσυχίαν ἦγεν.
因此,由于大多数人的过度渴望,即使有人不赞成,也因害怕投反对票而被认为对国家不忠,从而保持了沉默。

词汇与语法注释

  1. §6.24.1τῷ πλήθει τῶν πραγμάτων — 表示原因或手段的与格。指尼西阿斯所要求的繁重筹备工作和庞大任务,以此作为打消雅典人念头的手段。
  2. §6.24.2τὸ μὲν ἐπιθυμοῦν τοῦ πλοῦ — 现在分词的中性单数名词化(τὸ ἐπιθυμοῦν),相当于抽象名词 ἡ ἐπιθυμία(渴望)。这是修昔底德极具特色的文体表达方式。
  3. §6.24.3οὐδὲν ἂν σφαλεῖσαν μεγάλην δύναμιν — 绝对宾格结构,或是由表示主观原因的 ὡς 所引导的宾格与分词结构。分词 σφαλεῖσαν 连用 ἂν 表示潜在的可能性,即“如此庞大的力量绝不可能失败”。
  4. §6.24.3ὁ δὲ πολὺς ὅμιλος — 一种破格现象(anacoluthon)。句子开头使用与格进行排比(τοῖς μὲν... τοῖς δ’...),随后却转变为主格主语(ὁ δὲ πολὺς ὅμιλος καὶ στρατιώτης)。
  5. §6.24.4ἀντιχειροτονῶν — 表示条件的现在分词(“如果投反对票”)。作为条件状语修饰主动词 δόξειεν。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §6.24.1-6.24.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:6.24.1-6.24.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。