§6.20.1‘ἐπειδὴ πάντως ὁρῶ ὑμᾶς, ὦ Ἀθηναῖοι, ὡρμημένους στρατεύειν, ξυνενέγκοι μὲν ταῦτα ὡς βουλόμεθα, ἐπὶ δὲ τῷ παρόντι ἃ γιγνώσκω σημανῶ.
“雅典人啊,既然我看到你们无论如何都渴望出征,愿这一切如我们所愿般顺利;但就目前而言,我将表明我的看法。
§6.20.2ἐπὶ γὰρ πόλεις, ὡς ἐγὼ ἀκοῇ αἰσθάνομαι, μέλλομεν ἰέναι μεγάλας καὶ οὔθ’ ὑπηκόους ἀλλήλων οὔτε δεομένας μεταβολῆς, ᾗ ἂν ἐκ βιαίου τις δουλείας ἄσμενος ἐς ῥᾴω μετάστασιν χωροίη, οὐδ’ ἂν τὴν ἀρχὴν τὴν ἡμετέραν εἰκότως ἀντ’ ἐλευθερίας προσδεξαμένας, τό τε πλῆθος ὡς ἐν μιᾷ νήσῳ πολλὰς τὰς Ἑλληνίδας.
因为据我所知,我们所要前往攻打的是一些大城市,它们既不互相隶属,也不需要改变政体——若有改变,人们本会乐意从强迫的奴役状态过渡到较轻松的统治交替中——它们也不可能心甘情愿地接受我们的统治来取代自由;就其数量而言,作为一个岛屿上的希腊城市,它们确实太多了。
§6.20.3πλὴν γὰρ Νάξου καὶ Κατάνης, ἃς ἐλπίζω ἡμῖν κατὰ τὸ Λεοντίνων ξυγγενὲς προσέσεσθαι, ἄλλαι εἰσὶν ἑπτά, καὶ παρεσκευασμέναι τοῖς πᾶσιν ὁμοιοτρόπως μάλιστα τῇ ἡμετέρᾳ δυνάμει, καὶ οὐχ ἥκιστα ἐπὶ ἃς μᾶλλον πλέομεν, Σελινοῦς καὶ Συράκουσαι.
因为除了纳克索斯和卡塔奈(我希望它们会因与莱昂蒂尼的亲缘关系而加入我们)之外,还有其他七个城市,它们在各方面的准备都与我们的力量极为相似,尤其是我们主要航行去攻打的塞利努斯和叙拉古。
§6.20.4πολλοὶ μὲν γὰρ ὁπλῖται ἔνεισι καὶ τοξόται καὶ ἀκοντισταί, πολλαὶ δὲ τριήρεις καὶ ὄχλος ὁ πληρώσων αὐτάς.
因为那里有许多重装步兵、弓箭手和标枪手,还有许多三段击桨船以及足以为其配备船员的人群。
χρήματά τ’ ἔχουσι τὰ μὲν ἴδια, τὰ δὲ καὶ ἐν τοῖς ἱεροῖς ἐστὶ Σελινουντίοις, Συρακοσίοις δὲ καὶ ἀπὸ βαρβάρων τινῶν ἀπαρχὴ ἐσφέρεται·
他们拥有资金,部分为私人所有,在塞利努斯人那里,部分也在神庙之中,而叙拉古人还从某些异族人那里收取初穗贡赋。
ᾧ δὲ μάλιστα ἡμῶν προύχουσιν, ἵππους τε πολλοὺς κέκτηνται καὶ σίτῳ οἰκείῳ καὶ οὐκ ἐπακτῷ χρῶνται.
但他们最超越我们的地方在于,他们拥有许多马匹,并且使用的是本国生产而非进口的小麦。 ”