§6.13.1‘οὓς ἐγὼ ὁρῶν νῦν ἐνθάδε τῷ αὐτῷ ἀνδρὶ παρακελευστοὺς καθημένους φοβοῦμαι, καὶ τοῖς πρεσβυτέροις ἀντιπαρακελεύομαι μὴ καταισχυνθῆναι, εἴ τῴ τις παρακάθηται τῶνδε, ὅπως μὴ δόξει, ἐὰν μὴ ψηφίζηται πολεμεῖν, μαλακὸς εἶναι, μηδ᾽, ὅπερ ἂν αὐτοὶ πάθοιεν, δυσέρωτας εἶναι τῶν ἀπόντων, γνόντας ὅτι ἐπιθυμίᾳ μὲν ἐλάχιστα κατορθοῦνται, προνοίᾳ δὲ πλεῖστα, ἀλλ’ ὑπὲρ τῆς πατρίδος ὡς μέγιστον δὴ τῶν πρὶν κίνδυνον ἀναρριπτούσης ἀντιχειροτονεῖν, καὶ ψηφίζεσθαι τοὺς μὲν Σικελιώτας οἷσπερ νῦν ὅροις χρωμένους πρὸς ἡμᾶς, οὐ μεμπτοῖς, τῷ τε Ἰονίῳ κόλπῳ παρὰ γῆν ἤν τις πλέῃ, καὶ τῷ Σικελικῷ διὰ πελάγους, τὰ αὑτῶν νεμομένους καθ’ αὑτοὺς καὶ ξυμφέρεσθαι· §6.13.2τοῖς δ’ Ἐγεσταίοις ἰδίᾳ εἰπεῖν, ἐπειδὴ ἄνευ Ἀθηναίων καὶ ξυνῆψαν πρὸς Σελινουντίους τὸ πρῶτον πόλεμον, μετὰ σφῶν αὐτῶν καὶ καταλύεσθαι· καὶ τὸ λοιπὸν ξυμμάχους μὴ ποιεῖσθαι ὥσπερ εἰώθαμεν, οἷς κακῶς μὲν πράξασιν ἀμυνοῦμεν, ὠφελίας δ’ αὐτοὶ δεηθέντες οὐ τευξόμεθα.
“我看到他们现在坐在这里,受到这同一个人的指使,这让我感到害怕。 我反过来敦促年长者,如果这些人中有人坐在你们身边,切勿感到羞愧,免得因为不投票支持战争而被视为懦弱;也不要对无法得到的事物怀有病态的渴望(正如他们自己可能遭受的那样),须知凭借欲望能成之事极少,而凭借远见能成之事极多。 相反,我们应当为了正冒着前所未有之巨大危险的祖国投下反对票,并通过决议:让西西里人保持他们目前对我们所拥有的、无可抱怨的边界——即沿岸航行时的爱奥尼亚湾和横渡外海时的西西里海——让他们自己享有自己的领土,并自行解决他们之间的事情;并特别转告埃格斯塔人,既然他们当初是在没有雅典人的情况下与塞利努斯人开战的,那么他们也应该自己去结束这场战争;并且今后不要像我们过去习惯的那样去结交盟友——在他们遭遇不幸时我们要去援助他们,而我们自己需要帮助时却得不到任何回报。 ”