§6.104.1ἐν δὲ τούτῳ Γύλιππος ὁ Λακεδαιμόνιος καὶ αἱ ἀπὸ τῆς Κορίνθου νῆες περὶ Λευκάδα ἤδη ἦσαν, βουλόμενοι ἐς τὴν Σικελίαν διὰ τάχους βοηθῆσαι.
在此期间,拉栖代梦人吉利普斯和来自科林斯的船只已经到达莱夫卡斯附近,渴望尽快前往西西里救援。
καὶ ὡς αὐτοῖς αἱ ἀγγελίαι ἐφοίτων δειναὶ καὶ πᾶσαι ἐπὶ τὸ αὐτὸ ἐψευσμέναι ὡς ἤδη παντελῶς ἀποτετειχισμέναι αἱ Συράκουσαί εἰσι, τῆς μὲν Σικελίας οὐκέτι ἐλπίδα οὐδεμίαν εἶχεν ὁ Γύλιππος, τὴν δὲ Ἰταλίαν βουλόμενος περιποιῆσαι αὐτὸς μὲν καὶ Πυθὴν ὁ Κορίνθιος ναυσὶ δυοῖν μὲν Λακωνικαῖν, δυοῖν δὲ Κορινθίαιν ὅτι τάχιστα ἐπεραιώθησαν τὸν Ἰόνιον ἐς Τάραντα, οἱ δὲ Κορίνθιοι πρὸς ταῖς σφετέραις δέκα Λευκαδίας δύο καὶ Ἀμπρακιώτιδας τρεῖς προσπληρώσαντες ὕστερον ἔμελλον πλεύσεσθαι.
当那些令人震惊的报告接连传到他们耳中时,所有这些报告都一致夸大且失实地声称叙拉古已被彻底包围,吉利普斯对西西里不再抱有任何希望;但他希望为自己一方争取意大利,便与科林斯人皮森带着两艘拉科尼亚船和两艘科林斯船,以最快速度渡过伊奥尼亚海前往塔兰托,而科林斯人则准备在自己的十艘船之外,再装备两艘莱夫卡斯船和三艘安布拉基亚船,于稍后起航。
§6.104.2καὶ ὁ μὲν Γύλιππος ἐκ τοῦ Τάραντος ἐς τὴν Θουρίαν πρῶτον πρεσβευσάμενος καὶ τὴν τοῦ πατρὸς ἀνανεωσάμενος πολιτείαν καὶ οὐ δυνάμενος αὐτοὺς προσαγαγέσθαι, ἄρας παρέπλει τὴν Ἰταλίαν, καὶ ἁρπασθεὶς ὑπ’ ἀνέμου κατὰ τὸν Τεριναῖον κόλπον, ὃς ἐκπνεῖ ταύτῃ μέγας κατὰ βορέαν ἑστηκώς, ἀποφέρεται ἐς τὸ πέλαγος, καὶ πάλιν χειμασθεὶς ἐς τὰ μάλιστα τῷ Τάραντι προσμίσγει· καὶ τὰς ναῦς, ὅσαι μάλιστα ἐπόνησαν ὑπὸ τοῦ χειμῶνος, ἀνελκύσας ἐπεσκεύαζεν.
吉利普斯首先从塔兰托派遣使者前往图里亚,并试图恢复他父亲在那里的公民权,但未能争取到他们,于是起航沿着意大利海岸航行。 然而,他在特里纳湾附近被风刮走——在这个海域,一旦北风确立,风势便会变得极强——他被推向外海,在经历了一场极其剧烈的风暴后,再次退回到塔兰托;他将那些在风暴中受损最严重的船只拖上岸并加以修整。
§6.104.3ὁ δὲ Νικίας πυθόμενος αὐτὸν προσπλέοντα ὑπερεῖδε τὸ πλῆθος τῶν νεῶν, ὅπερ καὶ οἱ Θούριοι ἔπαθον, καὶ λῃστικώτερον ἔδοξε παρεσκευασμένους πλεῖν, καὶ οὐδεμίαν φυλακήν πω ἐποιεῖτο.
而尼西阿斯虽然听闻他正率船驶来,却轻视其船只的数量(图里亚人此前也抱有同样态度),认为他们的装备更像海盗船,因此至今未做任何防范。