§6.103.1μετὰ δὲ τοῦτο οἱ Ἀθηναῖοι τροπαῖον ἔστησαν καὶ τοὺς νεκροὺς ὑποσπόνδους ἀπέδοσαν τοῖς Συρακοσίοις καὶ τοὺς μετὰ Λαμάχου καὶ αὐτὸν ἐκομίσαντο·
在此之后,雅典人树立了战胜纪念碑,并在休战协定下将死者遗体交还给叙拉古人,同时收回了与拉马科斯一同阵亡者及拉马科斯本人的遗体。
καὶ παρόντος ἤδη σφίσι παντὸς τοῦ στρατεύματος καὶ τοῦ ναυτικοῦ καὶ τοῦ πεζοῦ, ἀπὸ τῶν Ἐπιπολῶν καὶ τοῦ κρημνώδους ἀρξάμενοι ἀπετείχιζον μέχρι τῆς θαλάσσης τείχει διπλῷ τοὺς Συρακοσίους.
由于他们的全部军队,包括海军和陆军,此时已与他们汇合,他们便从埃皮波莱和悬崖处开始,用双重包围壁将叙拉古人一直阻隔到海边。
§6.103.2τὰ δ’ ἐπιτήδεια τῇ στρατιᾷ ἐσήγετο ἐκ τῆς Ἰταλίας πανταχόθεν.
与此同时,军队所需的粮食从意大利各地运来。
ἦλθον δὲ καὶ τῶν Σικελῶν πολλοὶ ξύμμαχοι τοῖς Ἀθηναίοις, οἳ πρότερον περιεωρῶντο, καὶ ἐκ τῆς Τυρσηνίας νῆες πεντηκόντοροι τρεῖς.
许多此前保持观望的西西里人也作为盟友来到雅典人这一边,此外还有来自蒂尔塞尼亚的三艘五十桨船。
καὶ τἆλλα προυχώρει αὐτοῖς ἐς ἐλπίδας.
其他事情也都按照他们的期望顺利进展。
§6.103.3καὶ γὰρ οἱ Συρακόσιοι πολέμῳ μὲν οὐκέτι ἐνόμιζον ἂν περιγενέσθαι, ὡς αὐτοῖς οὐδὲ ἀπὸ τῆς Πελοποννήσου ὠφελία οὐδεμία ἧκε, τοὺς δὲ λόγους ἔν τε σφίσιν αὐτοῖς ἐποιοῦντο ξυμβατικοὺς καὶ πρὸς τὸν Νικίαν· οὗτος γὰρ δὴ μόνος εἶχε Λαμάχου τεθνεῶτος τὴν ἀρχήν.
因为叙拉古人认为自己在战争中已无法取胜,因为甚至连伯罗奔尼撒也没有任何援助到达他们手中;他们不仅在彼此之间,也向尼西阿斯提出了和平谈判的建议,因为在拉马科斯战死后,确实只有他一人掌握着指挥权。
§6.103.4καὶ κύρωσις μὲν οὐδεμία ἐγίγνετο, οἷα δὲ εἰκὸς ἀνθρώπων ἀπορούντων καὶ μᾶλλον ἢ πρὶν πολιορκουμένων, πολλὰ ἐλέγετο πρός τε ἐκεῖνον καὶ πλείω ἔτι κατὰ τὴν πόλιν.
虽然没有达成任何最终决定,但正如在处境困难且遭受比以前更严密包围的人们中所常见的那样,有许多提议被提交给尼西阿斯,城内的讨论更是层出不穷。
καὶ γάρ τινα καὶ ὑποψίαν ὑπὸ τῶν παρόντων κακῶν ἐς ἀλλήλους εἶχον, καὶ τοὺς στρατηγούς τε ἐφ᾽ ὧν αὐτοῖς ταῦτα ξυνέβη ἔπαυσαν, ὡς ἢ δυστυχίᾳ ἢ προδοσίᾳ τῇ ἐκείνων βλαπτόμενοι, καὶ ἄλλους ἀνθείλοντο, Ἡρακλείδην καὶ Εὐκλέα καὶ Τελλίαν.
因为由于眼前的困境,他们彼此之间也产生了一些怀疑,并且罢免了在任内发生这些变故的将军们,认为自己受到了这些人的不运或背叛的损害,并另选了赫拉克雷德斯、欧克勒斯和特利亚斯来接替他们。