§5.86.1οἱ δὲ τῶν Μηλίων ξύνεδροι ἀπεκρίναντο ‘ἡ μὲν ἐπιείκεια τοῦ διδάσκειν καθ’ ἡσυχίαν ἀλλήλους οὐ ψέγεται, τὰ δὲ τοῦ πολέμου παρόντα ἤδη καὶ οὐ μέλλοντα διαφέροντα αὐτοῦ φαίνεται.
梅洛斯的代表们回答道:“彼此平心静气地相互启发,其合理性无可指责;然而,战争已然临头而非未来的威胁,这一现实似乎与此大相径庭。
ὁρῶμεν γὰρ αὐτούς τε κριτὰς ἥκοντας ὑμᾶς τῶν λεχθησομένων καὶ τὴν τελευτὴν ἐξ αὐτοῦ κατὰ τὸ εἰκὸς περιγενομένοις μὲν τῷ δικαίῳ καὶ δι’ αὐτὸ μὴ ἐνδοῦσι πόλεμον ἡμῖν φέρουσαν, πεισθεῖσι δὲ δουλείαν.
因为我们看到,你们自己就是即将进行的辩论的裁判,而按照常理,这场辩论的结局,若我们因坚守正义而不予屈服,便会给我们带来战争,若我们听信顺从,则会带来奴役。
’
”