§5.85.1οἱ δὲ τῶν Ἀθηναίων πρέσβεις ἔλεγον τοιάδε. ‘ἐπειδὴ οὐ πρὸς τὸ πλῆθος οἱ λόγοι γίγνονται, ὅπως δὴ μὴ ξυνεχεῖ ῥήσει οἱ πολλοὶ ἐπαγωγὰ καὶ ἀνέλεγκτα ἐσάπαξ ἀκούσαντες ἡμῶν ἀπατηθῶσιν (γιγνώσκομεν γὰρ ὅτι τοῦτο φρονεῖ ἡμῶν ἡ ἐς τοὺς ὀλίγους ἀγωγή), ὑμεῖς οἱ καθήμενοι ἔτι ἀσφαλέστερον ποιήσατε.
雅典使节如此说道:“既然这次辩论不是在民众面前进行,这显然是为了不让大众一举听信我们连续不断的演说中那些动听而无法当场驳斥的话而受骗(因为我们明白,把我们带到少数掌权者面前,正是出于这种意图),那么,在座的诸位就应该采取一种更加稳妥的办法。
καθ’ ἕκαστον γὰρ καὶ μηδ’ ὑμεῖς ἑνὶ λόγῳ, ἀλλὰ πρὸς τὸ μὴ δοκοῦν ἐπιτηδείως λέγεσθαι εὐθὺς ὑπολαμβάνοντες κρίνετε.
即对于每一个细节,你们也无需作一篇长篇大论,而是对任何听起来不合宜的发言,立即予以打断并进行评判。
καὶ πρῶτον εἰ ἀρέσκει ὡς λέγομεν εἴπατε.
首先,请告诉我们,你们是否同意我们所提议的这种方式。
’
”