§5.80.1αἱ μὲν σπονδαὶ καὶ ἡ ξυμμαχία αὕτη ἐγεγένητο· καὶ ὁπόσα ἀλλήλων πολέμῳ ἢ εἴ τι ἄλλο εἶχον, διελύσαντο.
于是,休战条约与同盟得以成立;他们解决了一切关于在战争中夺取对方的东西,或任何其他占有的东西的争端。
κοινῇ δὲ ἤδη τὰ πράγματα τιθέμενοι ἐψηφίσαντο κήρυκα καὶ πρεσβείαν παρ’ Ἀθηναίων μὴ προσδέχεσθαι, ἢν μὴ ἐκ Πελοποννήσου ἐξίωσι τὰ τείχη ἐκλιπόντες, καὶ μὴ ξυμβαίνειν τῳ μηδὲ πολεμεῖν ἀλλ’ ἢ ἅμα.
既然已经共同处理事务,他们便决议不接受来自雅典人的任何传令官或使团,除非雅典人放弃堡垒并撤出伯罗奔尼撒,并且非经共同决定,不得与任何人媾和或开战。
§5.80.2καὶ τά τε ἄλλα θυμῷ ἔφερον καὶ ἐς τὰ ἐπὶ Θρᾴκης χωρία καὶ ὡς Περδίκκαν ἔπεμψαν ἀμφότεροι πρέσβεις, καὶ ἀνέπεισαν Περδίκκαν ξυνομόσαι σφίσιν.
他们还热切地推进其他事务,双方都向色雷斯方向的各个地方以及佩尔迪卡斯那里派遣了使节,并说服佩尔迪卡斯与他们共同起誓结盟。
οὐ μέντοι εὐθύς γε ἀπέστη τῶν Ἀθηναίων, ἀλλὰ διενοεῖτο, ὅτι καὶ τοὺς Ἀργείους ἑώρα· ἦν δὲ καὶ αὐτὸς τὸ ἀρχαῖον ἐξ Ἄργους.
然而,他并没有立即背叛雅典人,而是因为看到阿哥斯人的行动而有所顾虑,在进行思量;因为他自己古时也是源自阿哥斯。
καὶ τοῖς Χαλκιδεῦσι τούς τε παλαιοὺς ὅρκους ἀνενεώσαντο καὶ ἄλλους ὤμοσαν.
他们还与卡尔基迪卡人更新了过去的盟誓,并立下了新的誓言。
§5.80.3ἔπεμψαν δὲ καὶ παρὰ τοὺς Ἀθηναίους οἱ Ἀργεῖοι πρέσβεις, τὸ ἐξ Ἐπιδαύρου τεῖχος κελεύοντες ἐκλιπεῖν.
阿哥斯人还向雅典人派遣了使节,命令他们撤出在埃皮达鲁斯的堡垒。
οἱ δ’ ὁρῶντες ὀλίγοι πρὸς πλείους ὄντες τοὺς ξυμφύλακας, ἔπεμψαν Δημοσθένη τοὺς σφετέρους ἐξάξοντα.
雅典人看到自己与其他的共同守卫者相比人数较少,便派遣德摩斯梯尼去把他们自己的人接出来。
ὁ δὲ ἀφικόμενος καὶ ἀγῶνά τινα πρόφασιν γυμνικὸν ἔξω τοῦ φρουρίου ποιήσας, ὡς ἐξῆλθε τὸ ἄλλο φρούριον, ἀπέκλῃσε τὰς πύλας· καὶ ὕστερον Ἐπιδαυρίοις ἀνανεωσάμενοι τὰς σπονδὰς αὐτοὶ οἱ Ἀθηναῖοι ἀπέδοσαν τὸ τείχισμα.
他到达后,以在堡垒外举办一场体育竞技为借口,当其余的守军出去时,他关闭了大门;后来,雅典人自己与埃皮达鲁斯人更新了条约,并归还了该堡垒。