Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §5.79.1-5.79.4

斯巴达与阿哥斯五十年同盟条约条款

第 579 段,共 917 段 · 希腊语

内容简介

详细列出了斯巴达与阿哥斯之间达成的五十年和平及同盟条约的具体条款,规定了伯罗奔尼撒内外盟国的地位、争议解决程序以及联合远征的协议。

§5.79.1‘καττάδε ἔδοξε τοῖς Λακεδαιμονίοις καὶ Ἀργείοις σπονδὰς καὶ ξυμμαχίαν ἦμεν πεντήκοντα ἔτη, ἐπὶ τοῖς ἴσοις καὶ ὁμοίοις δίκας διδόντας καττὰ πάτρια·
“拉栖代梦人与阿哥斯人决定按以下条件缔结为期五十年的和平条约与同盟:根据祖制,在公平对等的条件下进行仲裁。
ταὶ δὲ ἄλλαι πόλιες ταὶ ἐν Πελοποννάσῳ κοινανεόντων τᾶν σπονδᾶν καὶ τᾶς ξυμμαχίας αὐτόνομοι καὶ αὐτοπόλιες, τὰν αὐτῶν ἔχοντες, καττὰ πάτρια δίκας διδόντες τὰς ἴσας καὶ ὁμοίας.
伯罗奔尼撒半岛上的其他城邦也应参加这一和平条约与同盟,保持自治与独立,拥有各自的领土,并根据祖制在公平对等的条件下进行仲裁。
§5.79.2ὅσσοι δὲ ἔξω Πελοποννάσω Λακεδαιμονίοις ξύμμαχοί ἐντι, ἐν τοῖς αὐτοῖς ἐσσίονται τοῖσπερ καὶ τοὶ Λακεδαιμόνιοι· καὶ τοὶ τῶν Ἀργείων ξύμμαχοι ἐν τῷ αὐτῷ ἐσσίονται τῷπερ καὶ τοὶ Ἀργεῖοι, τὰν αὐτῶν ἔχοντες.
所有在伯罗奔尼撒半岛之外的拉栖代梦人的盟友,应享有与拉栖代梦人相同的条件;阿哥斯人的盟友也应在拥有各自领土的同时,享有与阿哥斯人相同的条件。
§5.79.3αἰ δέ ποι στρατείας δέῃ κοινᾶς, βουλεύεσθαι Λακεδαιμονίως καὶ Ἀργείως ὅπᾳ κα δικαιότατα κρίναντας τοῖς ξυμμάχοις.
如果在某处需要进行联合远征,拉栖代梦人与阿哥斯人应进行协商,以便为盟友做出最公正的决定。
§5.79.4αἰ δέ τινι τᾶν πολίων ᾖ ἀμφίλλογα, ἢ τᾶν ἐντὸς ἢ τᾶν ἐκτὸς Πελοποννάσω, αἴτε περὶ ὅρων αἴτε περὶ ἄλλω τινός, διακριθῆμεν.
如果任何城邦(无论在伯罗奔尼撒半岛之内还是之外)发生争议,不论是关于边界还是其他事情,均应予以解决。
αἰ δέ τις τῶν ξυμμάχων πόλις πόλι ἐρίζοι, ἐς πόλιν ἐλθῆν ἅντινα ἴσαν ἀμφοῖν ταῖς πολίεσσι δοκείοι.
如果某个盟邦与另一个城邦发生争执,应前往双方都认为公正不偏的城邦进行仲裁。
τὼς δὲ ἔτας καττὰ πάτρια δικάζεσθαι.
私人诉讼应根据祖制进行审判。

词汇与语法注释

  1. 5.79.1ἦμεν — 对应雅典方言 εἶναι 的多里斯方言不定式。它构成由 ἔδοξε 引导的不定式从句。
  2. 5.79.1ἔχοντες — 虽然修饰阴性复数名词 ταὶ δὲ ἄλλαι πόλιες,但此处使用了阳性复数分词。这是根据意义一致(ad sensum)的语法破格,指代城邦的居民(公民)而非抽象的城邦。同节中的 διδόντες 亦属此类。
  3. 5.79.3βουλεύεσθαι — 在公文或条约中表示义务或命令的命令性不定式。其主语为宾格的 Λακεδαιμονίως καὶ Ἀργείως(多里斯方言宾格复数,对应雅典方言的 -ους)。5.79.4 中的 διακριθῆμεν 和 δικάζεσθαι 同样是这种命令性不定式。
  4. 5.79.4ἔτας — 多里斯方言宾格复数(相当于 τοὺς ἰδιώτας),意为“公民”或“同胞”,此处相当于雅典方言的 ἰδιώτας(私人或个人诉讼当事人),以区别于前句中提到的城邦间争端。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §5.79.1-5.79.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:5.79.1-5.79.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。